Ancient Greek · ~5 min
Liber VI., Προοίμιον.
Vettius Valens, Anthologiarum libri ix 1-122
Not analysed yet
Πᾶσα μὲν οὖν ἐπιστήμη καὶ τέχνη ἀρεστὴ κατά τὴν τοῦ ἐπάγοντος πρᾶξίν τε καὶ σύνεσιν ἢ καὶ σώματος ἕξιν οἰκείαν ἢ ἀνάρμοστον πρὸς τὴν ἕξιν. ὅθεν καὶ πολλοὶ μέμφονταί τε καὶ λειάζουσι τοὺς πλησίον, ἐπεὶ μὴ τῆς αὐτῆς κεκοινωνήκασι πράξεως, ὖπερ ἐστὶν ἀδύνατον καὶ ἀσύμφορον πάντας τὰ αὐτὰ εἰδέναι, ἴδιον δὲ ἑκάστου ἀγαθόν ἡγούμενοι κέκτηται συμβαίνει τε καὶ φρονεῖν δοκεῖ βέλτιστα. πολλάκις γάρ εὑρίσκεταί τις ὢν δημιουργὸς καὶ μεθοδικὸς πρὸς τάς ἐπιβολὰς τῶν πράξεων καὶ ἐπιτευκτικός, κἀν ἄπειρος γραμμάτων ἐπιτυγχάνῃ· ὁ δὲ πάνυ πεπαιδευμένος ῥᾳδίως ἁλίσκεται ὡς ἄπειρος τῶν παθῶν ὑχ᾿ ἀφελότητος καὶ ἀδιοικησίας προδεδομένος. καὶ οὗτος ἀδυνώμενος ματαίαν ἡγεῖται τὴν τῆς παιδείας ἐπιβολὴν καὶ εὐδαίμονα προκρίνει τὸν ἀμαθῆ. Ταῦτα δὲ εἱμαρμένης καὶ τύχης ἐστὶν ἔργα, αἵτινες ἀφάτως ἡρέμα συνερχόμεναι τοῖς ἀνθρώποις οὕς μὲν μακαρίους οὓς δὲ κακοδαίμονας ἀπεργάζονται ἀλογίστως καὶ ἀπρεπῶς. καὶ οὕτως διὰ πλάνης καὶ κακουργίας ὁ βίος ὁδεύων ἃ μὲν αὔξει καὶ δοξάζει καὶ εἰς εὐημερίαν καὶ προφάνειαν ἄγει, ὡς καὶ πολλούς ἐραστάς τῶν τοιούτων γίνεσθαι, ἃ δὲ λυπεῖ καὶ φ θείρει καὶ μαραίνει καὶ εἰς λήθην καὶ κίνδυνον καὶ μῖσος μεταχέρει τινὰς δὲ εἰς τὰς ἐχθίστας αὐτοῖς τέχνας καὶ ἐπιστήμας μετατρέψας ἀμετανόητον γνώμην καὶ πρᾶξιν καὶ τύχην ἐνηρμό σατο. ταῦτα δὲ πάντα τελίσκεται καὶ γίνεται μεθʼ ἡδονῆς καὶ ἁρμονίας καὶ λύπης κατὰ τὰς τῶν καιρῶν μεταβολὰς καὶ τὰς τῶν χρόνων ἀνακυκλήσεις.