Ancient Greek · ~4 min
Liber VI., α΄. Περὶ ἐμπράκτων καὶ ἀπράκτων χρόνων κατὰ τὴν τῶν χρόνων μοιρικὴν διάστασιν καὶ συναφήν.
Vettius Valens, Anthologiarum libri ix 1-123
Not analysed yet
ἡ μὲν τῶν χρόνων διαίρεσις κατὰ ζῳδιακὴν καὶ πλατικὴν ἀποτελεσματογραφίαν ἐν τοῖς ἔμπροσθεν ἡμῖν δεδήλωται· νυνὶ δὲ περὶ μοιρικῆς διαστάσεως καὶ συναφῆς λεκτέον, ἣν καὶ πρότερον ἠνιξάμην· ἡ δὲ πεῖρά με προηγάγετο ἐπιδιασαφῆσαι. ἐπὶ πάσης γενέσεως ἀκριβῶς ἀστερίσαντας τὸν χρόνον μοιρικῶς ἐκ τῆς τῶν αἰωνίων κανόνων πραγματείας χρὴ λαμβάνειν ἀπὸ ἑνὸς ἑκάστου ἀστέρος μοίρας ἐφ᾿ ὃν βούλεταί τις, ἤτοι σύνεγγυς ὄντα καὶ πόρρωθεν, κατὰ τὸν ἐπιδεχόμενον χρόνον καὶ τὴν ἀκολουθίαν τῶν ζῳδίων μέχρις ἄλλου ἀστέρος μοιρικῆς συναντήσεως· καὶ συλλογισάμενον πλῆθος τῶν μοιρῶν κατατάσσειν εἰς τὰς ἑκάστου ἀστέρος περιοδικάς ὥρας καὶ ἡμέρας μῆνας ἐνιαυτούς, καὶ κατὰ τὸν συντελειωθέντα χρόνον προλέγειν τὰ τῶν ἀστέρων ἀποτελέσματα ἐκ τε τῆς ἰδίας φυσικῆς ἐνεργείας καὶ ἐκ τῆς τῶν παραδόσεων πρὸς ἕκαστον ἀποτελεσματογραφίας. ἐὰν δέ πως συναχθεὶς ἀριθμὸς ἥττων ᾖ τοῦ χρόνου, σκοπήσαντας λεῖπον πόσον ἐστὶ προλέγειν μετὰ τοσοῦτον χρόνον γίνεσθαι ἀποτέλεσμα· ἐὰν δὲ πλεονάῃ, ἀφελόντας τὸν συνέχοντα πάλιν τὰς λοιπὰς ἀπὸ τῆς ἀφετικῆς μοίρας ἀπολύειν καὶ σκοπεῖν, μή τινες τῶν ἀστέρων ἀκτῖνες προσνεύσωσι τῇ μοίρᾳ ἤτοι κατὰ γένεσιν ἢ κατʼ ἐπέμβασιν· οὕτως γάρ εἴωθεν ἐξαίρετα καὶ μεγάλα γίνεσθαι ἀποτελέσματα.