Ancient Greek · ~4 min
Liber VI., ζ΄. Μαθεῖν τίνος ἀστέρος εἰσὶν αἱ καταγόμεναι ἡμέραι τῆς προκειμένης ἀγωγῆς.
Vettius Valens, Anthologiarum libri ix 1-129
Not analysed yet
Αλλως δʼ ἂν θέλωμεν εἰδέναι αἱ καταγόμεναι ἡμέραι τίνος ἀστέρος εἰσίν, οὕτως ποιήσωμεν. τὰ καταγόμενα ἐπὶ τὰς τξε΄ δ΄ πολυπλασιάσαντες καὶ τὰς ἀπὸ γενεθλίων ἕως τῆς ζητουμένης ἡμέρας ἐπισυνθέντες καὶ συγκεφαλαιώσαντες ἀφαιροῦμεν κύκλους ἀνὰ ρκθ΄ ἡμερῶν ὅσους δυνάμεθα καὶ σκοποῦμεν, πόσοι κύκλοι γεγόνασιν· ἐξ ὧν πάλιν ἑβδομαδικοὺς κύκλους διεκβαλοῦμεν, καὶ ὁ ἐντὸς τῆς ἑβδομάδος περιλειφθεὶς κύκλος προδηλώσει, τίνος ἀστέρος εἰσὶ αἱ ἡμέραι. οῖον ἐπὶ τοῦ προκειμένου θέματος τὰ πλήρη νβ’ ἔτη ἐπὶ τξέ πολυπλασιάσαντες γίνονται ἡμέραι μυριὰς ηπ𝒢γ΄ καὶ ἀπὸ Μεχὶρ ιβ΄ ἕως τῆς ζητουμένης Παϋνὶ ιέ ἡμέραι ρκγ΄ ὁμοῦ γίνονται ἡμέραι μνριὰς θρις΄. ἐξ ὧν ἀφεῖλον κύκλους ἀνὰ ρκθ΄ γίνονται κύκλοι ρμη΄ ,καὶ λοιπαὶ ἡμέραι κδ΄ τοῦ ρμθ΄ κύκλου. πάλιν ἐκ τούτων ἀφεῖλον ἑβδομαδικοὺς κύκλους κα΄ ,τουτέστιν ἐκ τῶν ρμθ΄ λοιποὶ περιλείπονται κύκλοι θ΄. ἐπεὶ οὖν καθὼς πρόκειται ἡ Σελήνη ἀφέτης εὑρέθη, ἔδωκα πάλιν τὸν α’ κύκλον τῆς ἑβδομάδος αὐτῇ τῇ Σελήνη πρώτῃ. τὸν δὲ δεύτερον κύκλον ἔσχεν ἡ μετʼ αὐτὴν Ἀρροδίτη ἡμέρας κδ΄ ἔχουσα, ἐξ ὧν ἑαυτῇ ἔδωκεν ἡμέρας ή . ἔπειτα Διὶ ἡμέρας ιβ΄· λοιπαὶ περιλείπονται ἡμέραι δ΄ Κρόνου, ἐν αἷς κατεδικάσθη.