Ancient Greek · ~5 min
Liber VII., δ΄. Ἀγωγὴ λεπτομερεστέρα καὶ περὶ χρόνων ἐμπράκτων καὶ ἀπράκτων πρὸς ἀναφορὰς καὶ τὰς περιόδους τῶν ἀστέρων.
Vettius Valens, Anthologiarum libri ix 1-136
Not analysed yet
Ὁμοίως δὲ καὶ περὶ τῶν πρακτικῶν καὶ ἀπράκτων χρόνων στοιχητέον, μετὰ τοὺς ἐνιαυσίους χρόνους μηνιαίους ἐπιμερίζειν τοῖς χρηματίζουσι ζῳδίοις καὶ τοῖς τούτων οἰκοδεσπόταις. καὶ ὥσπερ κανονικῆς συμπήξεως φυσικῆς ἐχούσης διὰ πολυχώρων ἀριθμῶν καὶ λεπτομερῶν μορίων εἰς στερεὰν σύμπηξιν τὴν ἁρμονίαν οὐ καθεστῶσαν ὁρῶμεν μὴ προκειμένης τῆς ἀρχῆς τοῦ ἀριθμοῦ ἐνδηλοτέρας, οὕτως χρὴ καὶ τοὺς βουλομένους διʼ ἀκριβείας διεξιέναι ἀρξαμένους ἀπὸ ὡρῶν καὶ μηνῶν κατάγειν τοὺς χρόνους πολυμερῶς ἐπὶ τοσοῦτον, μέχρις οὗ ἡ τοῦ ζητουμένου χρονογραφία ἐπιτρέπῃ. οὕτως γὰρ εὑρήσομεν ἀναφο ορᾶς μὲν ἕτερον χρονοκρατοῦντα, περιόδου δὲ ἕτερον καὶ προκειμένου πλατικῶς τοῦ ἀποτελέσματος ἀγαθοῦ ἢ φαύλου ἐν ταῖς μεταξὺ ἡμέραις καὶ μησὶ τὸ ἐναντίον γίνεται, καὶ ποτὰ μὲν δοκεῖ προλαμβάνειν ποτὲ δὲ μετέπειτα γίνεσθαι. ὅνπερ οὖν τρόπον λίθος ἀκοντισθεὶς ἐπί τι χάλκειον δαιδπλούργημα τὴν μὲν εὐθεῖαν στιγμήν ἔχει, τὸν δὲ ὖχον ἐπὶ πολύ κατασὲευάζει, τὸν αὐτὸν τρόπον καὶ οἱ ἀστέρες, ἐπὰν τῶν χρόνων κυριεύσωσι, πρὸς ἀλίγον ἐνδειξάμενοι ἀποτέλεσμα ὑστέρων ἀπηχήματος τρόπον ἐνεργοῦσιν. οἶ μὲν οὖν σχηματισμοὶ τῶν ἀστέρων καὶ αἱ πρὸς ἀλλήλους μαρτυρίαι εὐτονοῦσιν τοῖς ἁρμόζουσι χρόνοις, ἐξαιρέτως δὲ αἰ πρὸς τὸν κλῆρον τῆς τύχης. τά γὰρ ὅλα ἐκ τούτου συνορᾶται καὶ συνέστηκεν καὶ ἐκ τοῦ οἰκοδεσπότου.