Ancient Greek · ~7 min
Liber VIII., β΄. Πῆξις τοῦ δευτέρου ὄφγὰνου φυσική.
Vettius Valens, Anthologiarum libri ix 1-137
Not analysed yet
Τῆς περὶ τὸ ὄργανον οἰκονομίας προκειμένης ἀναγκαῖον ἔσχον καὶ τὴν καταγωγὴν τῆς πήξεως ὑποτάξαι. ἡ μὲν οὖν τῶν συνδέσμων πρόσθεσις, τουτέστιν αἱ ιδ΄, σημαίνουσι τὰ φῶτα τῆς Σελήνης, δὲ δύο τῆς παραυξήσεως δακτύλους Ἡλίου. δὶς δὲ τὰ ιδ΄ γίνονται κη΄ ,κύκλος Σελήνης· ἐπεὶ οὖν α΄ μοίρᾳ τοῦ Ζυγοῦ παράκεινται β΄ ,ἐκ τούτων ἀφεῖλον μοῖραν α΄ μ΄· λοιπὰ γίνονται ο κ΄ ,ἐστι μέγεθος τρίτον. ταῦτα ἐπὶ τὸν ξ΄ γίνεται ρη΄ ταῦτα ἀναλύω ἔως τῶν ξ΄ καὶ γίνεται μύρια καὶ ὀκτακόσια. ταύτας ποιῶ φμ΄ εἰς κύκλον ἕνα ἥμισυ καὶ γίνεται ο κ΄· ταῦτα ἔσται παρακείμενα ἐπὶ τῆς τοῦ Ζυγοῦ α΄ μοίρας· ταῦτα γ΄ γίνεται ξ΄ ,ὅπερ ἐστὶν ἐνιαυτὸς εἷς. προσεπικατάξομεν δὲ καὶ τοὺς λοιποὺς ἐνιαυτοὺς οὕτως, προστιθέντες ἑκάστῳ ἔτει β΄ κ΄. ἔσονται οὖν ἐπὶ τῆς β΄ μοίρας τοῦ Ζυγοῦ β΄ μ΄, ἐπὶ τῆς γ΄ ε΄ ο, ἐπὶ τῆς δ΄ ζ΄ κ΄ ,ἐπὶ τῆς ε΄ θ΄ μ΄, ἐπὶ τῆς ς΄ ιβ΄ ο. εἶτα ἐπὶ τοῦ συνδέσμου προσθέντες τὰ τδ΄ φῶτα τῆς Σελήνης τοῖς ιβ΄ ο ἕξομεν κϚ΄ ο· ἐκ τούτων ἀφ είλαμεν α΄ μ΄ ,καὶ λοιπὸν ἔσονται ἐπὶ τῆς ζ΄ μοίρας κδ΄ κ΄ ἐπὶ τῆς η΄ μοίρας παλινδρομήσομεν δύο κ΄, καὶ ἔσονται κϚ΄ μ΄, ἐπὶ τῆς θ΄ κθ΄ ο, ἐπὶ τῆς ι΄ α΄ κ΄, ἐπὶ τῆς ια΄ γ΄ μ΄, ἐπὶ τῆς ιβ΄ ς΄ ο. ὥστε ἐπὶ τὸν σύνδεσμον καὶ τὸν πρῶτον ἀριθμὸν ἀφαιρεῖν δεῖ α΄ μ΄ ,ἐπὶ δὲ τῆς παραυξήσεως προστιθέναι β΄ κ΄· τῷ δὲ αὐτῷ τρόπῳ καὶ ἐπὶ τῶν λοιπῶν ζῳδίων οἰκονομεῖν δεῖ. καθάπερ δὲ καὶ ἐπὶ τοῦ α΄ ὀργάνου εὑρίσκομεν τοῦ ἐξῆς ζῳδίου τὸν παρακείμενον ἀριθμὸν τῇ α΄ μοίρᾳ, οὕτως καὶ ἐπὶ τοῦ δευτέρου ὀργάνου εὑρήσομεν.