Ancient Greek · ~3 min
Vettii Valentis Anthologiarum liber I., ιδ΄. Περὶ κρύψεως Σελήνης.
Vettius Valens, Anthologiarum libri ix 1-14
Not analysed yet
Ἀφανὴς δὲ γίνεται ἡ Σελήνη ἐπὶ σύνοδον φερομένη καθʼ ἔκαστον ζῴδιον μοιρικῶς οὕτως. ὅπου ἂν εὑρεθῇ ὁ Ἥλιος, τοῦ ζῳδίου λάμβανε τὴν ἡμίσειαν ἀναφοράν, κἀκεῖ ἔσται λείπουσα. οἷον Ἥλιος Κριῷ ἐπὶ τοῦ δευτέρου κλίματος· ἡ ἀναφοορὰ τοῦ ζῳδίου κ΄, ὧν ἥμισυ ι΄ ἀφαιρουμένων τῶν ι΄ ἐκ τῶν λ΄ Σελήνη ἀφανὴς Ἰχθύσιν περὶ μοίρας κ΄. Ἥλιος Ταύρῳ· ἦμισυ τῆς ἀναφοορᾶς ιβ΄ ἔσται ἡ Σελήνη ἀφανὴς Κριῷ περὶ μοίρας ιη΄. Ἡλιος Δσιδύμοις· ἥμισυ τῆς ἀναφορᾶς τοῦ ζῳδίου ιδ΄ ἔσται οὖν ἡ Σελήνη περὶ τὰς ιϚ΄ μοίρας τοῦ Ταύρου ἀφανής. Ἥλιος Καρκίνῳ ἥμισυ τῆς ἀναφορᾶς ιϚ΄· ἔσται ἀφανὴς ἡ Σελήνη Διδύμοις περὶ μοίρας ιδ΄. Ἥλιος Λέοντι· ἥμισυ τῆς ἀναφορᾱς ιη΄· ἔσται ἀφανὴς ἡ Σελήνη Καρκίνῳ περὶ μοίρας ιβ΄. Ἥλιος Παρθένῳ· ἥμισυ τῆς ἀναφορᾶς κ΄· ἔσται ἀφανὴς ἡ Σελήνη Λέοντι περὶ μοίρας ί. ὁμοίως καὶ ἐπὶ τῶν λοιπῶν ζῳδίων.