Ancient Greek · ~7 min
Liber IX., δ΄. Περὶ κλιμακτήρων.
Vettius Valens, Anthologiarum libri ix 1-147
Not analysed yet
Ἰδίως μὲν οὖν συναφαὶ καὶ κολλήσεις τῶν ἀστέρων Ἡλίου τε καὶ Σελήνης πρός τε ἀγαθὸν καὶ φαῦλον ἐνεργητικαὶ καθίστανται· σκοπεῖν δὲ δεῖ καὶ τοὺς ἑκάστου ἀστέρος περιοδικούς χρόνους, εἰ συντρέχουσι τοῖς τῶν ἀγαθοποιῶν ἥ κακοποιῶν χρόνοις καὶ ἐκ τίνων ἀριθμῶν σύγκεινται. οἷον ἐπὶ Κρόνου ἡ περίοδός ἐστιν ἔτη λ΄· ζητῶ, ἐπὶ πόσων ἄλλων δύνανται τὰ λ΄ χρηματίζειν· εὖρον οὕτως. ἠρξάμην ἀπὸ τετάρτου καὶ ἐφεξῆς τούς ἄλλους συντιθέναι· δ΄, ἔπειτα ε΄, γίνονται θ΄· εἶτα Ϛ΄ εῖτα ζ, γίνονται κβ΄ εἶτα η΄, λ΄· συμπληροῦται ἄρα τὰ λ΄ ἐκ τεσσάρων. ἔσται οὖν Κρονικὸς κλιμακτὴρ ὁ διὰ δ΄ εῖτα καὶ αὐτὸς λ΄. Ζεύς δὲ πρὸς ἀγαθοποιίαν καὶ δόξαν διὰ τριάδος· γ΄ δ΄ ε΄ γίνονται ιβ΄ Ἄρης δὲ δ΄ ε΄ Ϛ΄, γίνονται ιε΄ . Ἀφροδίτη δὲ ἀσύνδετος εὑρέθη· ἔξει οὖν τὸν διὰ τῆς η΄ . Ερμῆς δὲ τὸν διὰ τῆς δυάδος: β΄ γ΄ δ΄ ε΄ γίνονται κ΄. Σελήνη δὲ ἐκληρώσατο τὴν τριάδα· γ΄ δ΄ ε΄ Ϛ΄ ζ΄ γίνονται κε΄. Ἥλιος δὲ τὴν ἐννεάδα· θ΄ ι΄ γίνονται ιθ΄· ἔτι δὲ καὶ τῆς εἰκοσάδος δεσπόζει ὁ Ἥλιος· συνέστηκε δὲ αὕτη ἐκ τε μονάδος καὶ ἐννεακαιδεκάδος, ἐπειδὴ ὁ Ἥλιος ἐν τῷ ἡμερονυκτίῳ μίαν μοῖραν διαπορεύεται, τουτέστιν ἐν ταῖς κδ΄ ὥραις ποιεῖται φάσεις δ΄, μίαν μὲν ἀπὸ ἀνατολῆς ἕως μεσημβρίας, δευτέραν δὲ ἀπὸ μεσημβρίας ἕως δύσεως, τρίτην δὲ ἀπὸ δύσεως ἕως μεσονυκτίου, τετάρτην δὲ ἀπὸ μεσονυκτίου ἕως ἀνατολῆς. ἐὰν οὖν συνθῶμεν τάς μοίρας τῶν φάσεων, τῆς μὲν α΄ ὥρας Ϛ΄ καὶ τῆς β΄ δώδεκα καὶ τῆς γ΄ τη΄ καὶ τῆς τετάρτης κδ΄, γίνεται ξ΄ τὸ ἡμερονύκτιον γίνεται ξ΄. ὁ δὲ τρόπος νοητέος, ὅσπερ ἐστὶ κατὰ τάς τοποθεσίας τῶν ἀστέρων χρηατιστικὸς παραχρῆμα κατά τὴν τῶν ζῳδίων φύσιν.