Ancient Greek · ~2 min
Liber IX., ζ΄. Περὶ ἀρσενικῆς καὶ θηλυκῆς γενέσεως καὶ τεράτων ἤ τετραπόδων.
Vettius Valens, Anthologiarum libri ix 1-150
Not analysed yet
Ἐπὶ πάσης γενέσεως σκοπεῖν δεῖ, ποῦ τὸ δωδεκατημόριον τῆς Σελήνης ἐξέπεσεν· κἀν μὲν ἐν θηλυκῷ ζῳδίῳ καὶ ὁ τούτου κύριος ἐν θηλυκῷ, λέγειν κατὰ τὸ πλεῖστον θηλυκὴν τὴν γένεσιν. ἐὰν δὲ ἀρσενικὴ τύχη, πρόσθεσιν καὶ ἀφαίρεσιν λογίζεσθαι τῆς ὥρας τοσαύτην, ὅσον δύναται τὸ ἀρσενικὸν δωδεκατημόριον ὡροσκοπεῖν ἐκ τοῦ ἀναφορικοῦ ψηφίσαντες. σκοπεῖν δὲ καὶ τὸ διάμετρον δωδεκατημόριον· ἐὰν δέ πως τὸ δωδεκατημόριον εἰς θηριῶδες ἐκπέσῃ ἤ τὸ τούτῳ διάμετρον ἢ οἱ τούτων κύριοι, τέρας ἢ ἄλογον ζῷον ἀποφαίνεσθαι.