Ancient Greek · ~8 min
Liber IX., η΄. Ἀγωγὴ περὶ χρόνων ζωῆς πρὸς τὰ ἀπογώνια.
Vettius Valens, Anthologiarum libri ix 1-151
Not analysed yet
Πᾶσαι μὲν οὖν αἱ προκείμεναι ἀγωγαὶ χρηματιστικαὶ καὶ εὐκατάληπτοι τοῖς ἐντυγχάνουσίν εἰσιν, αἵτινες εἰς ταὐτὸ καταλήγουσι, τουτέστι εἰς τὴν αὐτὴν μοῖραν, οὐ μέντοι τὴν αὐτὴν δύναμιν τῶν χρόνων· ὅθεν χρὴ τούς βουλομένους τυχεῖν τῶν τοιούτων μετά πάσης σπουδῆς καὶ προθυμίας ἐπιβάλλεσθαι. ὁ γὰρ θέλων πονεῖν κρατεῖ ὧν ἐπιθυμεῖ· παντὶ γάρ πράγματι καλῷ τε καὶ φαύλῳ συνέπεται πόνος καὶ λογισμὸς ἄστατος ἐπί τε βασιλικῶν καὶ ἡγεμονικῶν ἀρχηγικῶν πλουσίων πενήτων καὶ ἐπὶ τέχναις καὶ ἐπιστήμαις· ἀλλʼ οὐδὲ μὴν ἡδοναὶ καὶ τέρψεις ἀμερίμνμως καὶ ἀλύπως διευθύνουσιν, ἔχουσι δὲ παρείσδυσιν καὶ φιλαυτότητα καὶ λύπην ψυχικὴν αἰωνίαν. πλουσίαν οὖν μαθημάτων τράπεζαν παρασκευασάμενος συνεστιάτορας ἐπὶ τὸ σύνδειπνον ἀνακέκληκα οἱ οὖν βουλόμενοι θοινᾶσθαι διὰ τὴν τοῦ σώματος φυσικὴν ὑπηρεσίαν ἐνεργείτωσαν, βοηθοῦντος αὐτοῖς μὴ λάβρως μηδὲ ἀκορέστως ταῖς τροφαῖς χρωμένοις, ἀλλʼ ἐφ᾿ ὅσον ἡδονὴν αὐτάρκη τὰ ἐδέσματα δύναται παρέχεσθαι· τὰ δὲ παρὰ φύσιν βλάπτειν εἴωθεν. εἰ δέ τις τῶν κεκλημένων ἐθέλοι ἀβλαβὴς διαμένειν, μιᾴ μερίδι ἤ καὶ δευτέρᾳ χρησάμενος εὐφρανθήσεται· καθάπερ γάρ ἐπί τινος πυρὸς κατὰ βραχύ ὕλη προσμεμιγμένη ἀκμαιοτέραν καὶ μείζονα τὴν φλόγα παρασκευάζει κατεργαστικωτέραν τε καὶ λαμπροτέραν, ἀθρόως δὲ αὐτῷ συνεμπεσοῦσα ήμαύρωσε καὶ κατέσβεσε τὴν εὐμορφίαν τοῦ φωτὸς καὶ πρὸς τούτοις θολώδη καπνὸν καὶ βαρυτάτην ἀδμὴν τοῖς πλησίον μετὰ δακρύων παρέχεται, τοῖς δὲ πόρρωθεν θρύαλλον μέγαν, τὸν αὐτὸν τρόπον καὶ ἐπὶ τῶν προκειμένων ἀγωγῶν ἐάν τις μιᾷ ἢ καὶ δευτέρᾳ συγχρονίσαι, εὐκατάληπτον ἔξει τὸ ζητούμενον μεθʼ ἡδονῆς καὶ τέρψεως εἰς ἀεὶ διατρίβων καὶ φαντασιούμενος. εἰ δέ τις εἴη μὲν ἐκ τοῦ ἀναγινώσκειν δυσνόητος, θέλοι δὲ εἰς μίαν ἡμέραν δύο καὶ τρεῖς βίβλους διεξιέναι, τὴν μὲν ἀλήθειαν οὐκ ἐξιχνεύσει, παραπλήσιος δὲ ἔσται χειμάρρῳ ποταμῷ σύροντι φορκίον ἄκαρπον καὶ ἀνωφελὲς τοῖς ὁρῶσιν ἢ παλινδρόμῳ εἰς μάτην ἀξέως φερομένῳ· οὐδέ γε ἵππος χωρὶς σταδίου καὶ πολέμου ἐπʼ ἐρημίας τρέχων ἔπαινον οἴσεται. ἐὰν δὲ μὲν ποταμὸς φέρῃ ἔγκαρπον φορτίον, ῥᾳδίως εἰς αὐτόν τινες εἰσπηδήσουσι τυχεῖν τοῦ καρποῦ, κἀν ῥοθίως ἤ ἐπικινδύνως. ἡ δὲ ναῦς ῥοθίως δρομήσασα κατὰ τρόπον μεγίστην χαράν τοῖς ναυτιλλομένοις παρέχει· ὁ δὲ ἵππος ἕξει σταδίῳ διαθεύσας ἀγάλλεται μὲν πρὸ τῶν ἐπαίνων καὶ πολλούς ἐραστὰς ἐπάγεται καὶ πολλῆς ἐπιμελείας τυγχάνει καὶ ἄθλων πόνους διαλαμβάνεται.