Ancient Greek · ~4 min
Liber IX., ί. Ἀγωγὴ περὶ ὡροσκόπου μοίρας.
Vettius Valens, Anthologiarum libri ix 1-153
Not analysed yet
Ἐπεὶ δὲ πολλοὶ τῶν φιλομαθῶν ἀλλεπαλλήλοις αἱρέσεσι τέρπονται, καὶ ἑτέραν ἀγωγὴν ὑπό τινων αἰνιγματωδῶς ἀναγεω ὑποτάξω, ὅπως καὶ τὰ δοκοῦντα ἑτέροις τίμια οἱ φιλομαθεῖς δἰ ἡμῶν ἐπιγνόντες καὶ τὰς δυνάμεις συγκομίσαντες ἀείμνηστον ἡμῶν δόξαν καταψηφίσωνται. δύσκολον μὲν οὖν καὶ ἐργῶδες ἀλλοτρίας δόξας ἐλέγχειν, καὶ ταῦτα μηδὲ διὰ γραμμάτων βιβλίων μηδὲ διὰ λόγων ἐνεργητικῶν παρειληφότα, καθάπερ ὁ Πετόσιρις τῷ βασιλεῖ περὶ πολλῶν μυστικῶς ἐκτίθεται. ὁ γάρ συντάσσων πρότερος τὴν ἀρχὴν καὶ τὴν δύναμιν εἰδὼς οὗτος ἐναρμόζει καὶ τὸ τέλος. πολλὰς οὖν αἱρέσεις ἐκτίθεται ἐξεπίτηδες διά τε τοὺς μεμυσταγωγημένους καὶ ἀπαιδεύτους, ὧν τὴν δύναμιν οἵ γε νοῦν ἔχοντες εὐκατάληπτον ἐξουσι, καὶ ἃς μὲν ἰδίας ἃς δὲ λεληθότως ἀναγεγραμμένας, αἷς τινες καίπερ ἐντυγχάνοντες καταφρονοῦσιν, ἀγνοοῦντες τὴν δύναμιν· καθάπερ ἂν εἴς τινας τόπους γῆς τεθησαυρισμένους ἄνθρωποι βαδίζοντες οὐ συνορῶσι τὸ ὑποκείμενον, ἀλλὰ μάτην ὑπερβαίνουσι διὰ τὴν ἀγνοιαν· ἢν δέ τις αὐτοῖς προμηνύσῃ τὸ θησαύρισμα, ἀνορύξαντες καὶ εὑρόντες ἡδονὴν οὐ τὴν τυχοῦσαν ἀναδέχονται.