Ancient Greek · ~5 min
Liber IX., ία. Ποἱοις δεῖ κανόσι χρῆσθαι καὶ τίνα δεῖ παρατηρεῖν καὶ ὅτι οὐδὲν ἐφ᾿ ἡμῖν.
Vettius Valens, Anthologiarum libri ix 1-154
Not analysed yet
Ἱκανῶς μὲν οὖν ἡγοῦμαι καὶ ἀφθόνως τὰς τῶν προκειμένων δυνάμεις συντεταχέναι, τούτων δʼ οὕτως ἐχόντων ἔτι καὶ φιλοκάλοις πρὸς ἀναζήτησιν καὶ ἐπίνοιαν μέρος καταλεῖψαι. οὐ γὰρ πρὸς ἀμυήτους ἐποιησάμην τοὺς λόγους, ἀλλὰ πρὸς τοὺς τὰ τοιαῦτα δεινούς, ὅπως καὶ αὐτοὶ τὸ πολυμερὲς καὶ ποικίλον καὶ ἀκμαῖον λῆγον τῆς θεωρίας διὰ πολλῶν ὁδῶν, εἰσόδων τε καὶ ἐξόδων, ἐπιγνόντες θεοῖς προσομιλεῖν δόξωσιν. ὅτι μὲν γὰρ ἡ θειοτάτη ἐπιστήμη καθʼ ἑαυτὴν μὲν ὑπόστασιν ἀέναον καὶ ἀναμφίλεκτον καὶ ἀίδιον κέκτηται, πρόδηλον ἐκ τῶν ὁρωμένων ἔσεσθαι καὶ μελλόντων ὅτι δὲ παρὰ τὴν ἀνανδρείαν τῶν μετιόντων τὸ μάθημα καὶ τοὺς μὴ ἐγγυμνασθέντας κατὰ τρόπον περὶ τὰς τῶν κανόνων διαφορὰς ἔσθʼ ὅτε παραμφοδεῖ, καὶ τοῦτο πρόδηλον. ἐάσω μὲν γὰρ λέγειν καὶ περὶ τῶν τοὺς ἀναφορικοὺς συμπεπηχότων, ὅσην διαφορὰν κέκτηνται γραμμικήν τε καὶ ἀριθμητικὴν Ἡλίου τε καὶ Σελήνης κανονοποιίαι καὶ τῶν λοιπῶν ἀστέρων. τὸν μέν γε ἐνιαυτὸν ἄλλοι ἄλλως διέλαβον· Μέτων μὲν ὁ Ἀθηναῖος καὶ Εὐκτήμων καὶ Φίλιππος τξε΄ ε΄ ιθ΄, Ἀρίσταρχος δὲ ὁ Σάμιος δ΄ κ΄ ξβ΄, Χαλδαῖοι τξέ δʼ έ ζ΄, Βαβυλώνιοι δὲ τξε΄ δ΄ ρμδ΄ ,καὶ ἕτεροι δὲ πλεῖστοι ἄλλως· εἰ οὖν κατὰ τετραετηρίδα μία ἡμέρα συνελθοῦσα τῇ τοῦ Ἡλῖου κανονοποιίᾳ ἀτρεκῆ μοῖραν ἐνδείκνυται, πῶς οὐκ ἀνάγκη καὶ μετὰ χρόνον καὶ καθʼ ἣν ἕκαστος ἐλογίσατο ἐνιαύσιον κίνησιν προστεθεῖσαν ἐπουσίαν τῇ ζητουμένη ἡμέρᾳ τὴν ἀκριβῆ μοῖραν ἐμφαίνειν;