Ancient Greek
Liber IX., ιδ΄. Περὶ σπορᾶς εἰς τὸν περὶ χρόνων ζωῆς τόπον.
Vettius Valens, Anthologiarum libri ix 1-157
Not analysed yet
Παραληπτέον δὲ καὶ τοῦτον τὸν τρόπον, καθὼς εἰς τὸν περὶ σπορᾶς λόγον ἐν τοῖς ἔμπροσθεν ἐδηλώσαμεν καὶ ἡγεῖσθαι τὴν κατʼ ἐκτροπὴν μοιρικὴν Σελήνην σπόριμον ὡροσκόπον, τὴν θὲ ὥραν τῆς ἐκτροπῆς σπορίμην Σελήνην· καὶ ἐπιγνόντας τὸ διάστημα περὶ ἡμερῶν τῆς σπορᾶς πραγματεύεσθαι πρός τε τὰς συνόδους καὶ πανσελήνους καὶ τὰς λοιπὰς ἀποδιαστάσεις. καὶ ἀγωγῆς ὁ τῆς ἐκτροπῆς ὡροσκόπος συμφωνήσει.