Ancient Greek · ~2 min
Liber IX., ιϚ΄. Ἀγωγὴ περὶ χρόνων ζωῆς πρὸς Ἥλιον καὶ Σελήνην.
Vettius Valens, Anthologiarum libri ix 1-159
Not analysed yet
Ἤδη ποτὲ πολλοὺς ἀγῶνας διαθλεύσας καὶ μυρίοις μόχθοις συνεμπεσὼν ὁδηγούμενος ἐπιθυμίᾳ καὶ φιλονεικίᾳ τῇ ἐμῇ πρὸς τοὺς ἀνταγωνιστάς καὶ προσδοκῶν ἤδη πεπάσθαι τῶν ζητημάτων καὶ τὴν συγγραφὴν μέλλων καταλύειν ὥσπερ ἀγαθὸς ἀθλητὴς ἐπὶ τὸν ἱερὸν ἀγῶνα τὴν τῶν Ὀλυμπίων θέαν παλίνδρομον τὴν διάνοιαν ποιούμενος διὰ τὰς πολυμερεῖς τῆς φύσεως ἐνεργείας. οὔτε γὰρ ὁ ἄγων καὶ αἴρων εἰς τὸ φῶς καὶ τιμὴν καὶ δόξαν αἰωνίαν κέκτηταί τε καὶ τοὺς προγενομένους μόχθους εἰς ἡδονὴν καὶ τέρψιν μετάγων ἰσχυροποιεῖ τὴν δύναμιν καὶ ἐλέγχει τάς πράξεις καὶ τάς ματαιολογίας παραπέμπεται καὶ τοὺς ἐχθροὺς φίλους καὶ συμπαθεῖς καίπερ ἄκοντας κατασκευάζει, καὶ πολλοὺς ἐραστὰς προσαγκαλίζεται.