Ancient Greek · ~2 min
Liber IX., ιη΄. Περὶ ὡροσκοπικοῦ ζῳδίου καὶ ἀναγκαστικῆς καὶ φυσικῆς ὥρας.
Vettius Valens, Anthologiarum libri ix 1-161
Not analysed yet
Τὸ ὑποκείμενον ὄργανον τὴν πῆξιν ἔχει περὶ ὡροσκοπικοῦ ζῳδίου καὶ ἀναγκαστικῆς καὶ φυσικῆς ὥρας, καθὼς καὶ ὁ βασιλεὺ ᾐνίξατο ἀπὸ τοῦ σπορίμου Ἡλίου παχυμερῶς. ἐγὼ δὲ λεπτομερέστερον, τὴν ἀρχὴν ἀπὸ τοῦ Θὼθ μηνὸς ποιησάμενος, ὅς ἐστιν ἀπόζυγος διὰ τὴν μονάδα, ὁ δὲ Φαωφὶ ἄρτιος διὰ τὴν δυάδα, ὁ δὲ Ἀθὺρ ὁμοίως ἀπόζυγος, ὁ δὲ Χοιὰκ ἄρτιος. καὶ ἀκολούθως ἓν παρʼ ἓν τὰ λοιπὰ δεῖ ζῴδια σκοπεῖν. κατὰ τὴν ζητουμένην νύκτα ἤ ἡμέραν καὶ τὸν χρηματίσοντα μῆνα εἰσελθόντες εἰς τὸ ὑποκείμενον κανόνιον ἐπί τε τῶν νυκτὸς καὶ ἡμέρας γεννωμένων κατʼ εὐθὺ εὑρήσομεν τὰς γεννητικὰς ὥρας.