Ancient Greek · ~4 min
1 to 5
Vettius Valens, Anthologiarum libri ix 1-22-5
Not analysed yet
Ὑποτάξωμεν δὲ καὶ τὰς συμπαρουσίας καὶ συγκράσεις ἑκάστου ἀστέρος. Κρόνος μὲν οὖν καὶ Ζεὺς ὁμόσε ὑπάρχοντες συμπαθεῖς εἰσι πρὸς ἀλλήλους, ἀποτελοῦντες ὠφελείας ἐκ νεκρικῶν, εἰσποιήσεις, ἐγγαίων κτημάτων κυρίους, ἐπιτρόπους, ἀλλοτρίων διοικητάς, οἰκονομικούς, φιλολόγους. Κρόνος μὲν οὖν καὶ Ἄρης ἐχθροί, ἐναντιωμάτων καὶ καθαιρέσεων ποιητικοί. στάσεις γὰρ οἰκείων καὶ ἀνευνοησίας καὶ ἔχθρας ἐπάγουσι, δόλους καὶ ἐπιβουλάς καὶ κακοποιίας καὶ κρίσεις, ἐκτὸς εἰ μὴ οἰκείοις ἤ χρηματιστικοῖς ζῳδίοις πεσόντες καὶ ὑπὸ ποιῶνγαθο μαρτυρηθέντες ἐπισήμους καὶ λαμπράς γενέσεις κατασκευάσωσιν ἀβεβαίους δὲ περὶ τὴν εὐδαιμονίαν καὶ ἀδοκήτους κινδύνους ἢ προδοσίας. Κρόνος μὲν οὖν καὶ Ἑρμῆς σύμφωνοι καὶ πρακτικοί· πλὴν διαβολάς ἐπάγουσιν ἕνεκεν μυστικῶν, κρίσεις καὶ χρεωστίας, γραπτῶν τε καὶ ἀργυρικῶν χάριν ταραχάς, οὐκ ἀπόρους δὲ οὐδὲ ἀσυνέτους, πολυπείρους καὶ πολυίστορας ἢ προγνωστικοὺς φιλομαθεῖς περιέργους, ἀποκρύφων μύστας, εὐσεβοῦντας εἰς θεῖον, δυσσυνειδήτους. Κρόνος μὲν οὖν καὶ Ἀφροδίτη σύμφωνοι περὶ τὰς πράξεις, εὐεπίβολοι περὶ τὰς πλοκὰς καὶ τὰς συναρμογάς ,συμπαθεῖς καὶ ὠφέλιμοι οὐ μέχρι τέλους, ἀλλ᾿ ἐπί τινας χρόνους· εἶθ᾿ οὕτως ψόγους χωρισμοὺς καὶ ἀστασίας ἢ θανάτους ἀποτελοῦσι, πολλάκις δὲ καὶ ἀγεννέσιν ἢ καὶ δημοσίαις τὰς ἐπιπλοκάς ποιουμένους καὶ βλάβαις ἢ κρίσεσι περιπίπτοντας.