Ancient Greek · ~3 min
Liber II., γ΄. Περὶ κλήρου τύχης καὶ οἰκοδεσπότου.
Vettius Valens, Anthologiarum libri ix 1-29
Not analysed yet
Ἀκριβέστερον δὲ βουλόμενος τὸν περὶ εὐδαιμονίας τόπον βεβαιῶσαι ἐπάνειμι εἰς τὸν κλῆρον τῆς τύχης ὄντα ἀναγκαιότατον καὶ δυναστικὸν τόπον, καθὼς καὶ ὁ βασιλεὺς ἐναρχόμενος ἐν τῇ ιγ΄ βίβλῳ μυστικῶς ἐδήλωσε λέγων· εἶτ᾿ ἐχομένως δεήσει τοῖς ἡμέρας γεννωμένοις σαφῶς ἀριθμεῖν ἀπὸ Ἡλίου ἐπὶ Σελήνην, ἔμπαλιν δὲ ἀφ᾿ ὡροσκόπου ἰσότητα τάσσειν καὶ τὸν ἀποβάντα τόπον συνορᾶν, οὕτινος τέτευχεν ἀστέρος καὶ τίς ἢ τίνες ἐπὶ τύτου πρόσεισι, τά τε τετράγωνα ἢ τρίγωνα παντάπασιν ὡς κατηστέρηται. ἐκ γὰρ τῆσδε τῆς τῶν τόπων συγγνώσεως πρόδηλα κρινεῖς τῶν γεννωμένων τὰ πράγματα. ὁμοίως δὲ καὶ ὁ Πετόσιρις ἐν τοῖς ὅροις ἐδήλωσε τὸν τόπον, ἄλλοι δ᾿ ἄλλως διαλαμβάνουσιν, δν καὶ ἡμεῖς ἐκθησόμεθα ἐν δέοντι καιρῷ καὶ ἄλλας ἀγωγὰς δηλούσας εἰς τὸν περὶ εὐδαιμονίας λόγον. νυνὶ δὲ περὶ τοῦ προκειμένου λεκτέον.