Ancient Greek · ~3 min
Liber II., Ϛ΄. Ἀγαθοῦ δαίμονος τόπος· πολλὰ σχήματα. ζητητέον καὶ περὶ ἀκουόντων καὶ βλεπόντων ζῳδίων.
Vettius Valens, Anthologiarum libri ix 1-31
Not analysed yet
Ἐὰν ἐπὶ τοῦ ἀγαθοδαιμονοῦντος ζῳδίου ὦσιν οἱ ἀγαθοποιοὶ ἐπιτόπως κείμενοι ἢ ἐν ἰδίοις προσώποις, ἐπιφανεῖς καὶ πλουσίους ἐκ νεότητος ποιοῦσι· πλείω δὲ καὶ τὸν κλῆρον τῆς τύχης ἐπιθεωρήσαντες ἐν τριγώνῳ μέρει καὶ τὸν ὡροσκόπον καθ᾿ ἑξάγωνον· ἐν τῷ ἀκούοντι ἢ βλέποντι ζῳδίῳ πλεῖστα καὶ μείζονα ἀγαθὰ παρέχονται. εἰ δὲ καί τις τῶν ἀγαθοποιῶν διάμετρος τῷ ἀγαθῷ δαίμονι φανῇ παρόντος τοῦ οἰκοδεσπότου, μεγάλα καὶ μείζονα ἀγαθὰ καὶ προκοπὰς ἀποτελοῦσιν· εἰ δὲ κακοποιοὶ συμπαρῶσι τῷ ἀγαθῷ δαίμονι, οὐκ ἰσχύουσι κακόν τι δρᾶσαι. ἀναγκαιότερον ξέ ἐστιν, ἐὰν ὁ οἰκοδεσπότης τοῦ κλήρου καὶ τοῦ ὡροσκόπου καὶ τοῦ δαίμονος ἐπ᾿ ἀνατολῆς τύχωσιν ἢ πλείστων ἀστέρων αὐτοῖς ἐπιπαρόντων ἢ μαρτυρούντων ἐν χρηματιστικοῖς ζῳδίοις· ἐνδόξους γὰρ καὶ πλουσίους ὑπεράγαν ἀποτελοῦσιν.