Ancient Greek · ~7 min
Liber II., ιδ΄. Δεύτερος τόπος καλεῖται Ἅιδου πύλη.
Vettius Valens, Anthologiarum libri ix 1-39
Not analysed yet
Τὸ δὲ ἐπαναφερόμενον τοῦ ὡροσκόπου, ἐν τούτῳ τῷ ζῳδίῳ οἱ ἀγαθοποιοὶ οὐδὲν ὠφελήσουσιν, οἱ δὲ κακοποιοὶ ἀποτελοῦσι νωχελεῖς ἐπισινεῖς μὴ δυναμένους διανήχεσθαι τὸν βίον μέχρι τέλους. ἐὰν δὲ ὁ κλῆρος ἐπὶ τοῦ ζῳδίου ὑπάρξῃ τῶν κακοποιῶν οἰκοδεσποτούντων τὸν κλῆρον ἢ τὸν ὡροσκόπον, νεκροφύλακες γίνονται ἔξω πύλης τὸν βίον διάγοντες. ὁ μὲν οὖν τοῦ Κρόνου κυριεύων τοῦ κλήρου τῆς τύχης τῷ τόπῳ τούτῳ ἐπιπαρὼν ποιεῖ νεκροψύχους ἀρρωστηματικοὺς καὶ δεσμῶν πεῖραν ἐπὶ χρόνον ἱκανὸν λαμβάνοντας, ἕως συμπληρώσωσι τοὺς χρόνους τοῦ ἀστέρος. ὁ δὲ τοῦ Διὸς ἐπιπαρὼν τῷ τόπῳ ἀνάλωσιν ἐκ τῶν ὑπαρχόντων μέχρι τέλους, ὥστε μηδὲν αὐτῷ καταλειφθῆναι· τέκνων μέντοι δόσιν, ἀλλ᾿ οὐκ εὐτυχῶς· ὁ δὲ τοῦ Ἄρεως παρὼν τῷ τόπῳ ἐὰν οἰκοδεσποτήσῃ τὸν κλῆρον ἢ τὸν ὡροσκόπον, προσκοπτικοὺς ζημιαωτικοὺς ἐμποδιζομένους. τινὲς δὲ καὶ αἰχμάλωτοι γίνονται καὶ πάλιν ἀποκαθίστανται. ἐὰν δὲ τὸν κλῆρον τῆς τύχης ἐν αὐτῷ τῷ ζῳδίῳ παρόντα κληρώσηται ὑπάρχων ἐν ἰδίαις μοίραις ἢ ζῳδίοις, δεσμοφύλακες γίνονται εἰς κάρκαρον τὸν βίον πορίζοντες ἢ ἐν δεσμωτηρίοις διαζῶντες. ἐὰν δὲ ὁ Ἥλιος ἐπιπαρῇ τῷ ζῳδίῳ, ἐὰν μὲν οἰκοδεσποτῶν τὸν κλῆρον τὸν ὡροσκόπον ἰδίῳ οἴκῳ ἢ Κρόνου τόποις, ὁ γεννώμενος ἀπολεῖ τὴν ὅρασιν ἐν τοῖς τοῦ Ἄρεως χρόνοις καὶ στερηθήσεται τῶν πατρικῶν καὶ ἐπαιτήσει. ἐὰν δὲ ὁ τῆς Ἀφροδίτης ἐπιπαρῇ τῷ ζῳδἰῳ καὶ οἰκοδεσποτήσῃ τὸν κλῆρον ἢ τὸν ὡροσκόπον, δημοσίας καὶ ἐπονειδίστους ἐργασίας ἀποτελέσει, ἐάνπερ ἐπ᾿ ἀνατολῆς ἑῴας τύχῃ· εἰ δὲ ὁ τοῦ Ἑρμοῦ ἐπιπαρῇ τῷ ζῳδίῳ, ἐὰν μὲν ὑπὸ τὰς αὐγὰς τοῦ Ἡλίου τύχῃ, ἀνοήτους καὶ ἀγραμμάτους ἀποτελεῖ· ἐὰν δὲ καὶ κύριος τῆς δευτέρας τύχης γένηται, δ προσαγορεύεται δαίμων, κωφοὺς ἢ ἀφώνους ποιεῖ· ἐὰν δὲ ἀνατολικὸς ἦ, περίεργοι γίνονται ἃ οὐκ ἔμαθον ἐπιχειροῦντες, ἐπιτευκτικοὶ δὲ ἐν τοῖς μαθήμασιν. εἰ δὲ ἡ Σελήνη παρῇ ἐπὶ τοῦ ζῳδίου Κρόνου ὡροσκοποῦντος, τὸ ἐναλλὰξ γίνεται· ὑποχυθήσονται τὴν ὅρασιν ἢ ἀπογλαυκωθήσονται τοὺς ὀφθαλμούς.