Ancient Greek · ~5 min
Liber II., κγ΄. Περὶ κλήρου δάνους.
Vettius Valens, Anthologiarum libri ix 1-48
Not analysed yet
Ἑὰν ὁ περὶ δάνους κλῆρος πέση ἢ ὁ κύριος αὐτοῦ εἰς τὰ τετράγωνα ἢ διάμετρα αὐτοῦ κακοποιῶν ἐφορώντων ἢ ἐναντίων ὄντων ἢ καθυπερτερούντων, καταχρέους ποιεῖ τὰς γενέσεις. ἀριθμεῖται δὲ ὁ κλῆρος ὁ περὶ δάνους ἀπὸ Ἑρμοῦ ἐπὶ Κρόνον καὶ τὰ ἴσα ἀπὸ ὡροσκόπου. ἐκ τῶν οὖν ἐμπεπτωκότων κλήρων ἢ τῶν ἐφεστώτων ἀστέρων τῇ περιποιήσει διαμετρούντων ἢ τετραγώνων πρὸς τὸν κλῆρον αὐτὸν ὁ τρόπος τῆς ὑπάρξεως τοῦ γεννωμένου πρόδηλος· ὁμοίως καὶ ἀπὸ τῶν τῇ τύχῃ ἢ δαίμονι ἐφεστώτων ἀστέρων ἢ τῶν κλήρων τῶν συνεμπιπτόντων αὐτοῖς καὶ τῶν κυρίων αὐτῶν. μάλιστα δὲ ὁρώντων τὸν περὶ ἐνέδρας κλῆρον καὶ τὸν περὶ κλοπῆς, εἰ πρὸς τὴν περιποίησιν ἢ τύχην ἢ τὸν δαίμονα ἢ τὸν βίον λόγον τινὰ ἔχουσιν ἢ πρὸς τοὺς κυρίους τούτων τῶν κλήρων· δυνατὸν δὲ μὴ ἔχειν οὐκ ἐξ ὑγιοῦς τὰς κτήσεις ποιοῦσιν. ἐὰν γὰρ μὴ ἔχωσι λόγον οἱ προκείμενοι τόποι πρὸς τὴν περιποίησιν ἢ τύχην ἢ τὸν βίον ἡ τὸν δαίμονα, καθαιρεῖ τὰ τοῦ βίου τοῦ γεννωμένου ἢ τὰ τῆς ὑπάρξεως. εἰ δὲ λόγον τινὰ ἔχουσι πρὸς αὑτούς, ἀπὸ πανουργίας καὶ ἐνέδρας καὶ ἐπιβουλῆς τινος καὶ βίας καὶ κλοπῆς καὶ ἐπιθέσεως εὑρήσεις τὰ τῆς ὑπάρξεως ὄντα.