Ancient Greek · ~5 min
Liber II., κζ΄. Περὶ χρόνων ἐμπράκτων καὶ ἀπράκτων καὶ ζωῆς τοῦ ἐκ τῶν κέντρων καὶ ἐπααναφορῶν.
Vettius Valens, Anthologiarum libri ix 1-52
Not analysed yet
Οἱ δὲ χρόνοι καταληπτέοι ἔσονται τῆς εὐτυχίας ἢ δυστυχίας ἀνωμαλίας τε καὶ εὐπραξίας ἐκ τῆς ἑκάστου ζῳδίου ἀναφορᾶς ἢ τῆς τοῦ ἀστέρος κυκλικῆς περιόδου. περὶ μὲν γάρ χρόνων ζωῆς ζητοῦντας δεῖ προσέχειν τῷ ὡροσκόπῳ καὶ Σελήνη ἢ τῷ ζῳδίῳ, ἐφ᾿ ᾧ οἱ κύριοι πάρεισι. πρὸς δὲ πρᾶξιν καὶ δόξαν τῳ κλήρῳ τῆς τύχης καὶ δαίμονι καὶ Ἡλίῳ ἢ συνόδῳ πανσελήνῳ τῳ τε ὑψώματι καὶ τῳ τούτου κυρίῳ. ἄρξουσι δὲ τοῦ πρώτου χρόνου κυριεύειν οἱ ἐπόντες πρώτῳ λόγῳ τῳ ὡροσκόπῳ, ἔπειτα οἱ τῳ μεσουρανήματι ἢ τῳ δύνοντι ἢ τῳ ὑπογείῳ. ἐὰν δὲ οἱ τόποι οὗτοι τύχωσι κενοί, οἱ ἐπὶ τῶν ἐπαναφορῶν· τούτων δὲ κενῶν τυχόντων οἱ τοῖς ἀποκλίμασι, καὶ εἰ μὴ τοσοῦτον σθένουσι, πλὴν τὰ πράγματα διοικονομήσουσι. πρότερον δὲ οἱ τοῦ ὡροσκόπου ἢ τοῦ μεσουρανήματος ἀπονενευκότες μεριοῦσιν εἶθʼ οὕτως οἱ τοῖς λοιποῖς ἀποκλίμασιν· οὐ μέντοι τελέας τὰς ἀναφορὰς ἢ τὰς περιόδους, ἀλλʼ ὅσον μέρος τοῦ ζῳδίου διακατέχειν δύνανται, πρὸς ἀναλογίαν τοσοῦτον καὶ τῆς περιόδου καὶ τῆς ἀναφορᾶς. οἱ γὰρ ἐπὶ τῶν κέντρων ἢ τῶν ἐπαναφορῶν οἰκείως σχηματισθέντες τε καὶ ἀνατολικοὶ εὑρεθέντες, μάλιστα δὲ λόγον ἔχοντες πρὸς τὰ τῆς γενέσεως πράγματα ἅτινά ἐστιν, ἐπὰν τῶν προκειμένων τόπων δεσπόζωσι, καὶ τὴν τοῦ ζῳδίου ἀναφοράν καὶ τὴν ἰδίαν περίοδον μεριοῦσιν ἢ τὴν ἐφʼ ὧν πάρεισι ζῳδίων οἱ κύριοι ἀναφορὰν καὶ περίοδον.