Ancient Greek · ~2 min
Liber III., Ϛ΄. Ἄλλως περὶ ἐχθρῶν τόπων καὶ ἀφέσεων ἐκ τῶν Κριτοδήμου.
Vettius Valens, Anthologiarum libri ix 1-72
Not analysed yet
Ἀπὸ Σελήνης καὶ ὡροσκόπου· ἀλλʼ ὁπόταν Σελήνη ἀφέτης εὑρεθῇ, παραφυλάττεσθαι χρὴ τὰς κωλύσεις καὶ τὰς ἑξαγώνους πλευρὰς καὶ τετραγώνους καὶ διαμέτρους τὰς πρὸς τὸν ὡροσκόπον κατὰ ἀναφοράν. αὗται γὰρ ἐνεργητικαὶ κριθήσονται, καὶ μάλιστα τοῖς ἰσανατόλοις ἢ ἰσαναφόροις ἢ ἰσοδυναμοῦσιν ἢ τοῖς ἀκούουσιν ἢ βλέπουσι ζῳδίοις ἢ ταῖς ἀντισκίοις μοίραις. ὁμοίως δὲ κἂν ὁ ὡροσκόπος ἀφέτης εὑρεθῇ, τὰς πρὸς τὴν Σελήνην διαστάσεις ὡσαύτως σκοπεῖν κατὰ ἀναφοράν. ἔδοξε δέ μοι ἐκ πείρας θανατικὰς μοίρας κρίνειν καὶ δυναστικὰς τὰς μεσουρανούσας τοῦ τε ὡροσκόπου καὶ τῆς Σελήνης πρὸς ἀλλήλους καὶ τὰς τούτων διαμέτρους· αὗται γὰρ κεντρωθεῖσαι οὐ τὴν τυχοῦσαν κέκτηνται δύναμιν.