Ancient Greek · ~2 min
Liber IV., β΄. Περὶ ἀφέσεως.
Vettius Valens, Anthologiarum libri ix 1-83
Not analysed yet
Τὴν ἀρχὴν τῆς ἀφέσεως ἐφέσεως τῶν μὲν συνοδικῶν ὁ μετὰ τὴν σύνοδον πρῶτος, εἶθ᾿ ἑξῆς καθὼς διάκεινται· ἐπὶ δὲ τῶν πανσελήνων ὁ μετὰ τὴν πανσέληνον πρῶτος καὶ ὁμοίως· δεῖ δὲ συγκρίνειν τὸν ἀστέρα, ὅπως ἐσχημάτισται καὶ ὑπὸ τίνων μαρτυρεῖται, τούς τε λοιποὺς τοὺς παραλαμβάνοντας, πότερον ἐπίκεντροι ἢ ἀποκεκλικότες ἀνατολικοὶ ἢ δυτικοί, τάς τε κατὰ πάροδον ἐπεμβάσεις καὶ τὰς συμπαθείας ἢ ἐναντιότητας. μετὰ δὲ τὸ συμπληρωθῆναι ἔτη λβ΄ καὶ μῆνας γ΄ πάλιν τὸν δεύτερον κύκλον ἀπὸ τοῦ τεταρτικοῦ ἀφετικοῦ ἀστέρος ποιητέον.