Ancient Greek · ~6 min
Liber IV., ι΄. Περὶ μερισμοῦ ἐτῶν καὶ μηνῶν καὶ ἡμερῶν πλειόνων καὶ ἐλαττόνων καὶ ὡρῶν ἐκάστου ἀστέρος καὶ τούτων χρήσεις εἰς τὰς γενέσεις.
Vettius Valens, Anthologiarum libri ix 1-89
Not analysed yet
Καθάπερ δὲ ἑκάστης περιόδου τὸ ιβ΄ τῶν ἐτῶν λαβόντες ἐπιγνωσόμεθα, πόσας ἕκαστος ἡμέρας μερίζει. οἷον ἐπεὶ ὁ Κριὸς μερίζει ἔτη ιε΄, τούτων τὸ ιβ΄ εἰσὶ μῆνες ιε΄· ὁμοίως τούτων τὸ ιβ΄ ἡμέραι λζ΄ ἥμισυ· καὶ πάλιν τούτων τὸ ιβ΄ ἡμέραι γ΄ ὧραι γ΄. ταῦτα μερίζειν κατὰ τὸν ἐπιβάλλοντα χρόνον. καὶ τῶν ἄλλων ἀστέρων ὁ ἐπιμερισμὸς οὕτως εὑρεθήσεται, οἷον ἐάν τις τῇ διαιρέσει προσέχῃ καὶ πρὸς καθολικοὺς χρόνους καὶ ἐνιαυσιαίους καὶ μηνιαίους καὶ πρὸς ἡμέρας καὶ ὥρας εὕρῃ. λεπτομερέστερον οὖν ὑποτάξομεν τὰ ἐπιβάλλοντα ἑκάστῳ ἀστέρι πρὸς τὸ μὴ πλέκεσθαι τοὺς ἐντυγχάνοντας. οἷον Ἥλιος ἔτη ιθ΄ μῆνας ιθ΄ ἡμέρας μζ΄ ἥμισυ ἡμέρας γ΄ ὥρας κγ΄ Σελήνη ἔτη κε΄ μῆνας κε΄ ἡμέρας ξβ΄ ἥμισυ ἡμέρας ε΄ ὥρας ε΄. Κρόνος ἔτη λ΄ μῆνας λ΄ ἡμέρας οέ ἡμέρας ς΄ ὥρας ς΄. Αἰγόκερως ἔτη κζ΄ μῆνας κζ΄ ἡμέρας ξζ΄ ἥμισυ ἡμέρας ε΄ ὥρας ιε΄. Ζεὺς ἔτη ιβ΄ μῆνας ιβ΄ ἡμέρας λ΄ ἡμέρας β΄ ὥρας ιβ΄. Ἄρης ἔτη ιε΄ μῆνας ιε΄ ἡμέρας λζ΄ ἥμισυ ἡμέρας γ΄ ὥρας γ΄. Ἀφροδίτη ἔτη η΄ μῆνας η΄ ἡμέρας κ΄ ἡμέραν α΄ ὥρας ις΄. Ἑρμῆς ἔτη κ΄ μῆνας κ΄ ἡμέρας ν΄ ἡμέρας δ΄ ὥρας δ΄. Ἐπὰν οὖν εὕρωμεν γένεσιν ἐτῶν ν΄ ἢ ξ΄, τὴν ἄφεσιν τῶν ἐτῶν ποιησόμεθα ἀπὸ κλήρου τύχης ἢ δαίμονος ζῳδιακῶς, διδόντες ἑκάστῳ τὴν περίοδον τῶν ἐτῶν ἐφ᾿ ὅσον δύναται ὑπακούειν· εἶτα μῆνας δώσομεν, εἶτα ἡμέρας καὶ ὥρας. ἐὰν δὲ νηπίου ἡ γένεσις εὑρεθῇ, ἀπὸ τῆς ἀφέσεως πρῶτον ὥρας μεριοῦμεν, εἶτα ἡμέρας εἶτα μῆνας.