Ancient Greek · ~3 min
Liber IV., ιβ΄. Περὶ τῶν ὀνομασιῶν τῶν ιβ΄ τὁπων καὶ περὶ τῆς δωδεκατρόπου.
Vettius Valens, Anthologiarum libri ix 1-91
Not analysed yet
Αρχὴ δὲ ἔστω ἀπὸ τοῦ ὡροσκόπου, ὅς ἐστι ζωὴ οἴαξ σῶμα πνεῦμα· β΄ βίος, Αίδου πύλη, κατάσκιον δόσις λῆψις κοινωνία, γυναικὸς ἐπιπλοκή, συναλλαγὴ πρᾶξις, ἐκ νεκρικῶν ὠφέλεια, διαθήκης τόπος. γ΄ ἀδελφοὶ ξενιτεία βασιλεία ἐξουσία φίλοι συγγενεῖς ἐπικαρδία δοῦλοι. δ΄ δόξα τέκνα, γυνὴ ἰδία καὶ πρεσβύτερα πρόσωπα, πρᾶξις πόλις οἰκία κτήματα μοναὶ μετατροπαὶ μεταβολαὶ τόπων κίνδυνοι θάνατος συνοχή μυστικὰ πράγματα. ε΄ τέκνων τόπος φιλίας κοινωνίας σωμάτων ἀπελευθέρων ἐκποιήσεως ἀγαθοῦ τινος ἥ εὐεργεσίας. δούλων σίνους ἔχθρας πάθους ἀσθενείας . η΄ θανάτου νεκρῶν ὠφελείας, ἀργὸς τόπος, δίκης ἀσθενείας. θ΄ φιλίας ἀποδημίας ξένων ὠφελείας θεοῦ βασιλέως δυνάστου ἀστρονομίας χρηματισμῶν, θεῶν ἐπιφανείας, μαντείας, μυστικῶν ἢ ἀποκρύφμων πραγμάτων κοινωνίας. ι΄ πράξεως δόξης προκοπῆς τέκνων γυναικὸς μεταβολῆς καινισμοῦ πραγμάτων. ια΄ φίλων ἐλπίδων δωρεᾶς τέκνων σωμάτων ἀπελευθέρων. ιβ΄ ξένης ἔχθρας δούλων σίνους κινδύνων κριτηρίων πάθους θανάτου ἀσθενείας.