Ancient Greek · ~6 min
Liber IV., ιε΄. Περ ὶ τρίτου καὶ ἐνάτου τόπου ἀπὸ ὡρο σκόπου.
Vettius Valens, Anthologiarum libri ix 1-94
Not analysed yet
Ὁ γ΄ ἢ ὁ θʼ τόπος ἀπὸ ὡροσκόπου παραδιδούς ἡ παραλαμβάνων ἀγαθοποιῶν ἐπόντων ξενιτείας ἐπʼ ἀγαθῳ ἀποτελεῖ ἡ ἐπὶ ξένης ῇ ἀπὸ ξένων πράξεις καὶ συστάσεις ἀποτελοῦσι· κἂν ὁισώματος ὁ τόπος τύχη, πλειστάκις ὠφεληθήσονται ἡ πολλὰ ξενιτεύσουσι. τινὲς μὲν οὖν τούτοις τοῖς τόποις χρῃματίζονται ἀπὸ θεοῦ καὶ τὰ μέλλοντα προγινώσκουσι καὶ θεῷ ἐκθυσίας ἡ εὐχὰς ῇ ἀναθήματα κατασκευάζουσι, τινὲς δὲ καὶ διὰ θεοῦ πρόνοιαν σθενειαν ἢ συνοχὴν ἢ αἰτίαν ἢ πάθος ἢ κίνδυνον ἐκφυγόντες θεῷ εὐχαριστοῦσιν. ὑποστάσεως δὲ μεγάλης οὔσης καὶ τῶν καθολικῶν χρόνων συνεπισχυόντων ἀπὸ βασιλέως δωρεὰς λαμβάνουσι καὶ πίστεις ἡγεμονικὰς ἢ ἐξουσίας, ἡ πραγμάτων καὶ αἰτίας διὰ βασιλικῆς τύχης ἐκπλοκὴν ποιησάμενοι ἐπίδοξοι καθίστανται· οἱ δὲ καὶ ναῦς ἢ ἱερὰ ἥ βασιλέων τύπους κατασκευάσαντες ἀείμνηστον φήμην ἀναλαμβάνουσι. κακοποιῶν δὲ ἐπόντων ἤ μαρτυρούντων τοῖς τόποις ἐπηρεάζονται ἐπὶ ξένης καὶ ζημίαις ἤ ἐνδείαις περιπίπτουσι καὶ οὐ διευθύνουσι κατὰ τὴν ξένην, πλάναις δὲ καὶ κινδύνοις περιτρέπονται καὶ ὡς ἀπὸ θεοῦ μῆνιν ἔχοντες διατελοῦσι μεμφόμενοι τὴν ἰδίαν εἱμαρμένην. τινὲς δὲ καὶ κατʼ ἐκείνους τοὺς χρόνους ἀρνοῦνται τὰ θεῖα καὶ ἐτεροσεβοῦσι ἤ ἀθεμιτοφαγοῦσιν· οἱ δὲ καὶ προγνώσει γίνονται καὶ χρηθμοδοσίαις ἢ μαντείαις ἢ ὡς μανιώδεις λαμβάνονται· οἱ δὲ καὶ μείζονι τύχη καὶ δόξη καθεστῶτες ἀπὸ ξένης ἤ ἀπὸ ξένων ταραχὰς ἀναδέχονται περιβοησίας τε καὶ ὄχλων ἐπαναστάσεις ἤ πόλεων, ὦν χάριν κίνδυνον οὐ τὸν τυχόντα διὰ τὴν περὶ αὐτῶν πίστιν ὑπομένουσιν ἔχθρας τε καὶ προδοσίας· ἔσθ᾿ ὅτε μὲν οὖν καὶ κατηγορίαις περιπεσόντες καὶ βασιλικοῖς φόβοις καθαίρεσιν δόξης καὶ βίου κομίζονται.