Ancient Greek · ~3 min
Liber VIII., Ϛ΄ Περὶ πήξεως τῶν ἀναφορῶν καὶ τῶν τριῶν ὅρων.
Vettius Valens, Anthologiarum libri ix 10-9
Not analysed yet
Ἄλλη· Οὐεσπασιανοῦ ἔτος α΄ Ἐπιφὶ κβ΄ ὥρα ἡμερινὴ ε΄ κλίμα ς΄. Ἥλιος Καρκίνῳ κη΄ ,Σελήνη Σκορπίῳ γ΄ . ὡροσκόπος Ζυγῷ. ταῖς κη΄ μοίραις τοῦ Ἥλἰου παράκειται Ὑδροχόος, ἐν Ὑδροχόῳ ταῖς κη΄ πάλιν Ὑδροχόος· τοῦτον Ζυγῷ εὗρον περὶ μοίρας δ΄ ε΄ Ϛ΄ . εἶτα ταῖς τῆς Σελήνης μοίραις γ΄ ἐν Σκορπίῳ παράκειται Σκορπίος· ἐν τούτῳ ζητῶ τὰς τοῦ ἡλιακοῦ γνώμονος μοίρας δ΄ ε΄, εὗρον παρακείμενον Αἰγόκερων· τοῦτον Ζυγῷ εὗρον περὶ μοίρας κβ΄. τὰ μεταξὺ σελίδια τοῦ τε ἡλιακοῦ καὶ τοῦ σεληνιακοῦ γνώμονος εὑρέθησαν ζ΄, ἅτινα ἀφαιρῶ ἀπὸ τῶν δ΄ τοῦ Ζυγοῦ, λοιπαὶ γίγνονται Παρθένου μοῖραι κζ΄ ,αἵτινες ὡροσκοποῦσιν. ταύταις παράκειται ἐν τῷ ς΄ κλίματι ἐν τῷ β΄ ὅρῳ ἔτη πα΄. ἐτελεύτα ἐτῶν πα΄.