Ancient Greek · ~2 min
Vettii Valentis Anthologiarum liber I., κβ΄. Περὶ σχηματισμῶν κατὰ πλείους.
Vettius Valens, Anthologiarum libri ix 12-2
Not analysed yet
Κρόνος Ἀφροδίτη Ἑρμῆς συνετούς, νοεροὺς καὶ περὶ τὰς τῶν πράξεων ἀφορμὰς εὐφυεῖς καὶ εὐεπιβόλους ἀποτελοῦσιν, ἀπαραμόνους δὲ καὶ ψύχοντας τὰς πρώτας πράξεις καὶ ἑτέρων ἐπιθυμητάς, πολυΐστορας, περιέργους, ποικίλους, ἰατρικούς, ἡδομένους τῇ καινότητι καὶ μεταβολῇ καὶ ξενιτείᾳ. ἐὰν δὲ τούτων οὕτως ὄντων σχῆμα κακωθῇ ἢ καὶ ἐπιθεωρήσῃ Ἄρης, ἕνεκεν φαρμακειῶν ἢ θηλυκῶν προσώπων ἢ θανατικῶν προφάσεων ταραχαῖς καὶ κρίσεσι περιπίπτουσιν ἢ καὶ ἐκ γυναικῶν ὑπομείναντες ἀδικίας μείωσιν βίου καὶ κακωτικὰς αἰτίας ἀναδέχονται. καθόλου εἰς τὸν περὶ γυναικὸς τόπον καὶ τέκνων καὶ σωμάτων ἀβέβαιοι καὶ ἐπίλυποι γενήσονται.