Ancient Greek · ~2 min
Liber V., ι΄. Τῶν προκειμένων ἀγωγῶν ὑπόδειγμα.
Vettius Valens, Anthologiarum libri ix 12-5
Not analysed yet
Ἄλλη. Ἥλιος Ἄρης ἑρμῆς Σκορπίῃ. Κρόνος Κριῷ. Σελήνη Παρθένῳ, Ζεὺς Ταύρῳ, Ἀφροδίτη Ζυγῷ. ὡροσκόπος Τοξότη. τῷ μβ΄ ἔτει διὰ γυναῖκα ταραχαὶ καὶ ἀκαταστασίαι καὶ ὄχλων περιβοήσεις, τῷ δὲ μδ΄ δούλου βιαιοθανασία καὶ πατρὸς κλιμακτὴρ καὶ κατηγορία περὶ γένους ὡς ἀδόξου καὶ περὶ βίας· πλὴν ἀπὸ φίλων ἔτυχε βοηθείας καὶ δωρεᾶς. ἐταράχθη δὲ καὶ εἰς τὸν περὶ γραπτῶν λόγον καὶ ζημίας καὶ ἐπιθέσεως ἐπειράθη καὶ ψευδοκατηγορίας καὶ ἐπὶ δόλοις ἐλυπήθη καὶ σωματικῶς ὠχληθη. ἑκάστη οὖν παράδοσις ἴδιον ἀποτελεῖ, ὁμοίως δὲ καὶ ἕκαστος τόπος.