Ancient Greek · ~1 min
Liber II., κα΄. Τῶν προκειμένων κεφαλαίων ὑποδείγματα.
Vettius Valens, Anthologiarum libri ix 13-4
Not analysed yet
Ἄλλη. Ἥλιος Ὑδροχόῳ, Σελήνη Ζεὺς Σκορπίῳ. Κρόνος Καρκίνῳ, Ἄρης Ἀφροδίτη Ἑρμῆς Αίγόκερῳ, ὡροσκόπος Ἰχθύσιν. ὁ τοιοῦτος γέγονεν εὐνοῦχος ἱερεὺς θεᾶς ἐπίσημος· τοῦ γὰρ κλήρου ὁ κύριος εἰς τὸν θεοῦ τόπον ἔτυχε Σκορπίον, οἱ δὲ τῆς αἱρέσεως κύριοι Κρόνος καὶ Ἑρμῆς ἀγαθοδαιμονοῦντες εὑρέθησαν, ἐναντιούμενοι δέ· ὅθεν καὶ ταραχαῖς πλείσταις περιέπεσεν καὶ μειώσεσι καὶ ἀπολογίαις ἡγεμονικαῖς καὶ βασιλικαῖς.