Ancient Greek · ~3 min
14 to 15
Vettius Valens, Anthologiarum libri ix 14-3-15
Not analysed yet
Ζεὺς Ἄρης Ἥλιος ἐπιταράχους καὶ ἐπικινδύνους δηλοῦσι, θερμοτέρους δὲ καὶ εὐεπιτεύκτους εἰς τὰς ἐπιβολάς τῶν πράξεων καὶ δόξης μετέχοντας, στρατιωτικοὺς ἡγεμονικούς, δημοσίων πραγμάτων προεστῶτας, ἐπισφαλεῖς διὰ ἐπακολουθεῖν φθόνους μειζόνων, ἀπειλάς, προδοσίας, οἰκείων ἐπιβουλάς, καταιτιασμούς. ἔνιοι μὲν γὰρ καὶ τῇ τῶν μειζόνων προαγμγῇ ἀπὸ μετρίας τύχης ἀναβιβασθέντες τῷ βίῳ καθῃρέθησαν. Ζεὺς Ἄρης Σελἡνη εὐεπιβόλους, θρασεῖς, δημοσίους. πολυφίλους, προβιβασμοῖς γινομένους καὶ ἀπὸ μικρᾶς τύχης ὑψουμένους καὶ πίστεως καταξιουμένους, στρατιωτικούς, ἀθλητικούς, ἐνδόξους, ἡγεμονικούς, ὄχλων καὶ τδπων προεστῶτας, τιμῶν καὶ ὀψωνίων μεταλαμβάνοντας ἢ ἱερωσύνης, ἐναντιώμασι δὲ καὶ κατηγορίαις περιπίπτοντας καὶ προδιδομένους ὑπὸ ἰδίων ἢ θηλυκῶν προσώπων καὶ τῶν περικτηθέντων μείωσιν ὑπομένοντας καὶ ὑστέρου περικτωμένους ἀπὸ μυστικῶν ἀπροσδοκήτων πραγμάτων.