Ancient Greek · ~2 min
Vettii Valentis Anthologiarum liber I., κα΄. Περὶ συμπαρουσίας καὶ συγκράσεις συγκράσεως.
Vettius Valens, Anthologiarum libri ix 15-2
Not analysed yet
Ἀχροδίτη καὶ Ἄρης ἀσύμφωνοι· ἀστάτους γὰρ ταῖς γνώμαις καὶ ἀκρατεῖς ἀποτελοῦσι, ζηλοτύπους δὲ καὶ αὐτόχειρας, πολυφίλους δὲ ἢ ἐπιψόγους αἰσχροὺς εὐμετανοήτους καὶ ἀδιαχόρους ταῖς υίξεσιν ἀρρενικῶν τε καὶ θηλυκῶν, κακουργίας ἢ φαρμακείας ἐπιβόλους, οὔτε τοῖς καλοῖς οὔτε τοῖς φαύλοις ἐπιμένοντας, περὶ τὰς φιλίας διαβαλλομένους καὶ κακολογουμένους, εὐδαπάνους ἀκροθιγεῖς περὶ τὰς πράξεις καὶ πολλῶν ἐπιθυμητάς, ὑπὸ θηλυκῶν ἀδικουμένους ἢ καὶ τούτων χάριν κρίσεις καὶ ταραχὰς καὶ χρεωστίας ὑπομένοντας.