Ancient Greek · ~2 min
Vettii Valentis Anthologiarum liber I., κβ΄. Περὶ σχηματισμῶν κατὰ πλείους.
Vettius Valens, Anthologiarum libri ix 17-2
Not analysed yet
Ζεὺς Ἄρης Ἀφροδίτη πολυφίλους μὲν καὶ φιλοσυνήθεις ἀποτελοῦσι, συστάσεών τε μειζόνων καὶ ὠφελειῶν καταξιουμένους, προκοπαῖς γινομένους, ὑπὸ γυναικῶν προδιβαζομένους· τινὰς μὲν οὖν ἀρχιερατικούς, στεφηφόρους, ἀθλητικοὺς ἢ ἱερῶν προεστῶτας. ὄχλων ἡδοναῖς ἐξυπηρετουμένους καὶ κατά καιρὸν ἀστάτως καὶ ἀνωμάλως διάγοντας, ἐπιψόγους δὲ καὶ ἀδιαφόρους περὶ τὰς συνελεύσεις, δειγματισμοὺς προδοσίας ὑπομένοντας, εἴς τε τὸν περὶ τέκνων καὶ σωμάτων τόπον λυπουμένους, καινοτέραις ἐπιπλοκαῖς ἡδομένους, χωρισμούς τε γυναικῶν ὑπομένοντας.