Ancient Greek · ~2 min
Vettii Valentis Anthologiarum liber I., κα΄. Περὶ συμπαρουσίας καὶ συγκράσεις συγκράσεως.
Vettius Valens, Anthologiarum libri ix 18-2
Not analysed yet
Ἑρμῆς καὶ Σελήνη ἀγαθοὶ περὶ τὰς συστάσεις καὶ δόξας ἀρρενικῶν τε καὶ θηλυκῶν καὶ περὶ τὴν τοῦ λόγου καὶ παιδείας δύναμιν καὶ περὶ τὰς λοιπὰς ἐγχειρήσεις καὶ συναλλαγὰς κοινωνικοὺς καὶ μηχανικοὺς καὶ πολυπείρους καὶ περιέργους ἀποτελοῦσι καὶ ἀπὸ μειζόνων τελῶν προβιβαζομένους πολυκινήτους καὶ ἀνεπιμόνους ταῖς πράξεσιν ἢ ταῖς γνώμαις πρὸς μέλλον γενναίους πρὸς τὰ φαῦλε, ἀνωμάλους δὲ περὶ τὸν βίον.