Ancient Greek · ~6 min
Vettii Valentis Anthologiarum liber I., κδ΄. Περὶ ἑπταμήνων.
Vettius Valens, Anthologiarum libri ix 2-15
Not analysed yet
Λαμβάνω πάντοτε τὸν πρὸ τῆς γενέσεως ἐνιαυτὸν καὶ τὸν μῆνα τὸν γεννητικὸν καὶ τὴν ἡμέραν, καὶ ψηφίζω τὴν Σελήνην· καὶ ἐπιγνούς, ποίῳ ζῳδίῳ εὑρέθη, σημειοῦμαι. ὁμοίως καὶ μετὰ τὸν γεννητικὸν τοῦ δευτέρου ἐνιαυτοῦ λαβὼν καὶ τὸν μῆνα καὶ τήν ἡμέραν ψηφίζω πάλιν τὴν Σελήνην καὶ εὑρὼν συγκρίνω τῷ πρώτῳ ἔτει. καὶ ἐὰν μὲν εὕρω ἀμφοτέροις τοῖς ἔτεσι τὴν Σελήνην κατὰ τὸ τρίγωνον τῆς κατὰ γένεσιν Σελήνης, ἀποφαίνομαι τελείαν εἶναι τὴν σποράν ἐὰν δ᾿ τοῖς δύο ἔτεσιν εὑρεθῶσιν αἱ Σελῆναι κατὰ τετράγωνον πρὸς τὴν κατά γένεσιν, τῆς ἐλαχίστης σπορᾶς ἐφέξει τὸν χρόνον ὁ γεννώμενος, τουτέστιν ἐντὸς σνη΄. ἐὰν δὲ ἡ μὲν τοῦ πρώτου ἔτους Σελήνη τρίγωνος εὑρεθῇ, ή δὲ τοῦ δευτέρου τετράγωνος, ἐντὸς σξθ΄ ἔχει τῆς γαστρὸς τοὺς χρόνους. ἐὰν δὲ ἡ μὲν τοῦ πρώτου κατὰ τετράγωνον, ἡ δὲ τοῦ δευτέρου κατὰ τρίγωνον, καὶ αὐτὸς σξθ΄ ἡμερῶν ἔχει χρόνον. ἐὰν δὲ ἡ μὲν τοῦ πρώτου κατὰ τετράγωνον, ἡ δὲ τοῦ δευτέρου ἀπόστροφος, ἔσται ἄτροφον. ἐὰν δέ πως τοῖς δυσὶ χρόνοις αἱ Σελῆναι εὑρεθῶσιν ἀσύνδετοι πρὸς τὴν τῆς γενέσεως Σελήνην, νεκρὸν ἔσται τῇ γαστρὶ ἢ ἐμβρυοτομηθήσεται καὶ τῇ μητρὶ κίνδυνον ἐπάξει. ἐὰν δὲ καὶ ἐκ τοῦ διαμέτρου εὑρεθῶσιν αἱ τῶν δύο ἐτῶν Σελῆναι σύμφμνοι, ἔσται ἑπταμηνιαῖον. ἐὰν δέ πως ἡ μὲν τοῦ πρώτου ἔτους κατὰ διάμετρον, ἡ δὲ τοῦ δευτέρου κατὰ τρίγωνον ἤτοι τοῦ ὡροσκόπου ἤ αὐτῆς, ἑπταμηνιαῖον ἔσται· τὸ δ᾿ αὐτὸ ἔσται, καὶ ἐὰν τετράγμωνος εὑρεθῇ. καὶ ἐὰν ἡ μὲν τοῦ πρώτου τετραγώνῳ, ἡ δὲ τοῦ δευτέρου διαμέτρῳ, ἑπταμηνιαῖον ἔσται. τὸ δ᾿ ὅμοιον καὶ ὁ Ἥλιος ἀποτελεῖ διαμετρήσας τὸ ζῴδιον, ᾧ ἡ σύνοδος ἐγένετο.