Ancient Greek
Liber II., κ΄. Περὶ τοῦ ια΄ τόπου τῆς τύχης πρὸς εὐδαιμονίαν.
Vettius Valens, Anthologiarum libri ix 2-20
Not analysed yet
Κρόνος σὺν Ἑρμῇ καὶ Ἀρεῖ διά τινας κρίσεων ἐπιφοράς καὶ κακούργων ἢ μυστικῶν καὶ βιαίων πραγμάτωι χάριν ἐπηρεαζομένους. Κρόνος Ἑρμῆς Ἄρης Ἀφροδίτη διὰ φαρμακειῶν ἢ θηλυκῶν προσώπων ἀδικουμένους καὶ αἰτίαις γινομένους. Κρόνος Ἄρης Ἑρμῆς Ἀφροδίτη Ζεὺς Σελήνη ὑπὸ νεκρικῶν ὠφελουμένους καὶ ἐκ ναυκληριῶν καὶ ξενιτειῶν ἢ καθύγρων πραγμάτων περικτωμένους.