Ancient Greek
Liber III., γ΄. Περὶ ἀφέσεως.
Vettius Valens, Anthologiarum libri ix 2-37
Not analysed yet
Πάντοτε οὖν ἀπὸ τοῦ ἐπικρατήτορος δεῖ λογίζεσθαι τὴν ποσότητα τῶν ἐτῶν καὶ συγκρίνειν τοῖς τοῦ οἰκοδεσπότου· καὶ ὅσα ἂν εὑρίσκηται, τοσαῦτα ζήσεται ἔτη· ὁ γὰρ οἰκοδεσπότης μερίζει, ἐάνπερ οἰκοδεσποτουμένη τὔχῃ, λοιπογραφουμένων τῶν κεντρικῶν διαστάσεων. ἐὰν δὲ τὰ τοῦ ἀχφέτου ἥττονα ὄντα τῶν τοῦ οἰκοδεσπότου τύχῃ, τὰ τοῦ ἀφέτου ζήσεται καὶ ἀνοικοδεσπότητος κριθήσεται. ἐὰν δὲ οἰκείως ἡ ἐπικράτησις τύχῃ, καὶ ὁ οἰκοδεσπότης ἕκαστος τὰ ἴδια ἔτη μερίζει. ἐνιοι μὲν οὖν τὴν κεντρικὴν διάστασιν πάλιν τῶν οἰκοδεσποτῶν λογίζονται ἀπὸ τῆς ὥρας καὶ δυνούσης μοίρας· κἂν ε΄ ἢ Ϛ΄ ζῴδια ἀπέχωσι, τοσαύτην ἀφαίρεσιν ποιοῦνται. ἐγὼ δέ φημι καὶ ἐκ τῶν δ΄ κέντρων τὴν διάστασιν τοῦ οἰκοδεσπότου λογίζεσθαι καὶ ἀφαιρεῖν, ἐάνπερ οἰκοδεσποτουμένη ἡ γένεσις εὑρεθῇ· γὰρ λέγειν ἐπὰν δὲ εὑρεθῇ μεσουρανῶν ἢ ἀγαθοδαιμονῶν ἢ καὶ ἐπί τινος χρηματιστικοῦ τόπου, τὰ τέλεια μεριεῖ. οὐκ ἄρα ἀφελεῖ τις ἀπὸ τῆς ὥρας ἢ δυτικῆς διαστάσεως ἐπιβάλλον. ἐὰν δέ πως μήτε Ἥλιος μήτε Σελήνη τὸν ἀφετικὸν τόπον λάχωσιν ἀλλὰ ὡροσκόπος ἢ μεσουράνημα, οὐκέτι πλῆθος τῶν ἐτῶν ἀπὸ τῆς ἀφετικῆς μοίρας ἕως τῆς τετραγώνου δέον λογίζεσθαι, ἀλλʼ ἕως τῆς κεντρικῆς διαστάσεως συλλογισαμένους ἀποφαίνεσθαι τὰ ἔτη, ἐάν πως μηδεὶς τῶν ἀναιρετῶν ἐπιφέρων τὴν ἀκτῖνα χρεωκοπήσῃ πλῆθος τῶν ἐτῶν.