Ancient Greek · ~7 min
Liber IV., δ΄. Περὶ χρόνων διαιρέσεως ἀπὸ κλήρου τύχης καὶ δαίμονος.
Vettius Valens, Anthologiarum libri ix 2-48
Not analysed yet
Ἔστω ἐπὶ ὑποδείγματος τὸν κλῆρον τῆς τύχης ἢ τοῦ δαίμονος πεπτωκέναι Κριῷ· καὶ ὁ μὲν καθόλου οἰκοδεσπότης Ἄρης, οἱ δὲ παραλαβόντες ὑπʼ αὐτοῦ συγκρινέσθωσαν, οἰκείως ἢ ἀλλοτρίως συσχηματίζονται. μερίζει οὖν αὐτὸς πρῶτος ἔτη ιε΄ ἐξ ὧν ἐαυτῷ ἐπιμερίζει μῆνας ιε΄, εἶτα Ἀφροδίτῃ διὰ τὸν Ταῦρον μῆνας η΄, ἑξῆς Ἑρμῇ διὰ τοὺς Δσιδύμους μῆνας κ΄, εἶτα Σελήνη διὰ τὸν Καρκίνον μῆνας κε΄, εἶτα Ἡλίῳ διὰ τὸν Λέοντα μῆνας ιθ΄, εἶθ᾿ ἑξῆς Ἑρμῇ μῆνας κ΄, εἶτα Ἀφροδίτῃ μῆνας η΄, εἶτα Ἄρης ἑαυτῷ διὰ τὸν Σκορπίον μῆνας ιε΄, εἶτα Διὶ μῆνας ιβ΄ διὰ τὸν Τοξότην, εἶτα Κρόνῳ διὰ τὸν Αἰγόκερων ἔτη β΄ μῆνας γ΄, εἶτα τοὺς λοιποὺς ια΄ εἰς συμπλήρωσιν τῶν ιε΄ ἐτῶν ἐν τῷ Ὑδροχόῳ. μετὰ τὸν Ἄρη παραλήψεται Ἀφροδίτη τοὺς καθολικοὺς χρόνους ἐπὶ ἔτη η΄ καὶ ὁμοίως ἐπιμερίσει ἐξ αὐτῶν ἑκάστῳ ζῳδίῳ καθὼς πρόκειτει. εἶτα μετὰ τὸν τῆς Ἀφροδίτης παραλήψεται Ἑρμῆς διὰ τοὺς Διδύμους ἔτη κ΄ καὶ ἐπιμερίσει ἑκάστῳ ζῳδίῳ· εἶτα Σελήνη ἐπὶ ἔτη κε΄, μεθʼ ἣν ὁ Ἥλιος ἐπὶ ἔτη τθ΄· καὶ ἐφʼ ὅσον ἡ γένεσις χωρεῖ, ἐφεξῆς χρὴ διδόναι. ἐπεὶ οὖν ὁ κύκλος τῶν ιβ΄ ζῳδίων συνάγει ἔτη ιζ΄ μῆνας ζ΄, τὸν λοιπὸν χρόνον ἐκ τοῦ διαμέτρου μεριοῦμεν. οἷον ἐπεὶ οἱ Δίδυμοι μερίζουσιν ἔτη κ΄, τῆς ἀφέσεως γενομένης ἐφεξῆς καὶ συμπληρουμένων καὶ μηνῶν ζ΄ ἐτῶν ιζ΄, τὰ λοιπὰ ἔτη β΄ καὶ μῆνας ε΄ ἀπὸ Τοξότου μεριοῦμεν, αὐτῷ τῷ Τοξότῃ διδόντες ἐνιαυτόν, εἶτα τῷ Αἰγόκερῳ τὸν περίλοιπον χρόνον εἰς συμπλήρωσιν τῶν κ΄ ἐτῶν. ὁμοίως καὶ ἀπὸ τοῦ Καρκίνου ἢ Λέοντος ἢ Παρθένου ἢ Αἰγόκερω ἢ καὶ Ὑδροχόου τὴν ἄφεσιν ἐὰν εὕρωμεν, μετὰ ιζ΄ ἔτη καὶ μῆνας ζ΄ χωρὶς ἐπαγομένων ἐκ τῶν διαμέτρων ἀρξάμενοι τοὺς λοιποὺς χρόνους μεριοῦμεν ἐφεξῆς.