Ancient Greek · ~3 min
Liber V., Ϛ΄. Περὶ μηνὸς χρηματιστικοῦ καὶ ἡμέρας ἀπὸ τοῦ πραροδικοῦ Ἡλίου ἐπὶ τὴν κατ᾿ ἐκτροπὴν Σελήνην καὶ τὰ ἴσα ἀπὸ ὡροσκόπου.
Vettius Valens, Anthologiarum libri ix 2-62
Not analysed yet
Ἐμοὶ δὲ μᾶλλον ἔδοξεν ἐκ πείρας χρηματιστικούς μῆνας ἐκείνους ὑπάρχειν, ἐν οἷς ἂν ζῳδίοις αἱ διαιρέσεις τῶν ἐνιαυτῶν γένωνται· κατʼ ἐκείνους γὰρ τοὺς τόπους γενόμενος ὁ Ἥλιος ἢ ἐν τοῖς τούτων τετραγώνοις ἢ διαμέτροις τὸ ἀποτέλεσμα προμηνύει τὸ ἐν τῳ ἔτει ἢ ἐν ταῖς παραδόσεσι σημαινόμενον· ὁμοίως δὲ καὶ ὁ Ἄρης καὶ Ἀφροδίτη καὶ Ἑρμῆς καὶ Σελήνη ἐν τοῖς προειρημένοις τόποις κατʼ ἐπέμβασιν γενόμενοι ἐνδείξονται. ἐνεργέστερον δὲ μᾶλλον ἐκεῖνον τὸν τόπον κρινοῦμεν πρὸς ἀποτέλεσμα, ἐν ᾧ ἂν οἱ προκείμενοι ἀστέρες ἐπεμβάντες φάσιν ποιήσωνται· τότε γὰρ καὶ τῶν πραγμάτων καινοποιΐαι ἢ ἐνέργειαι γενήσονται. ἐὰν δὲ ὁποῖόν τις ἔχων σχῆμα τύχῃ, οὕτω καὶ διεξέλθῃ τὸ ζῴδιον, οὐδεμία ἐναλλαγὴ οὐδὲ καινοποιία γενήσεται οὐδὲ προσδοκωμένου ἀποτελέσματος συντέλεια. ὁ μέντοι Ἥλιος διαπορευόμενος τοὺς τόπους καὶ διεγείρων τῶν χρονοκρατόρων τὰς δυνάμεις ἐνεργέστερος καθίσταται.