Ancient Greek · ~2 min
Vettii Valentis Anthologiarum liber I., θ΄. Σύνοδοι καὶ πανσέληνοι ἀπὸ χειρός.
Vettius Valens, Anthologiarum libri ix 2-7
Not analysed yet
Οἷον Μεσωρὶ β΄ Ἥλιος Λέοντι μοίρᾳ ε΄, Σελήνη Ζυγῷ μοίρᾳ κϚ΄· διάστημα ἀπὸ τοῦ Ἡλίου ἐπὶ τὴν Σελήνην γίνεται πα΄, ἅ ἐστι δωδεκατημόρια ζ΄ ἔγγιστα. ἔσται οὖν ἑβδόμη ἡ Σελήνη ἀπὸ συνόδου, πάλιν τὰ ἑπτὰ ἀνεπόδισα ἀπὸ ἡλιακῆς μοίρας· κατέληξεν εἰς τὴν τοῦ Καρκίνου μοῖραν κη΄ ἐκεῖ ἡ σύνοδος ἐγένετο. καὶ ἀπὸ τῆς δευτέρας τοῦ Μεσωρὶ ἀνεπόδισα τὰς ζ΄ γίνεται Ἐπιφὶ κε΄· ταῖς οὖν κη΄ τοῦ Καρκίνου ἐὰν προσθῶμεν ιε΄, γίγνεται Λέοντι ιγ΄. ἔσται οὖν ἡ πανσέληνος Λέοντι μοίρᾳ ιγ΄.