Ancient Greek · ~1 min
Liber VIII., δ΄. Πῶς χρὴ τῶν διδυμογόνων τὴν γεννητικὴν ὥραν ἱστάνειν.
Vettius Valens, Anthologiarum libri ix 2-80
Not analysed yet
Δυνατὸν μὲν οὖν καὶ ἐν τῷ αὐτῷ μέρει τῆς ὥρας διδύμους γεννᾶσθαι· ἡ δὲ τῆς ὥρας ὀξυρροπία παραλλάξασα τὴν μοῖραν ἀνεικάστους τοὺς χρόνους εἰργάσατο καὶ ἀπὸ ἐλαχίστου συνδέσμου εἰς μείζονα περιγράψασα πολυχρόνιον ἐποίησεν ἢ ἀπὸ μείζονος εἰς ἐλάχιστον ὀλιγοχρόνιον τὸν ἕτερον. δεῖ οὖν συγκρίνειν τὰς μεταξὺ μοίρας καὶ λογίζεσθαι τὴν διαφοράν.