Ancient Greek · ~3 min
Liber VIII., ε΄. Εἴσο δος τῶν προκειμένων δύο ἀργάνων.
Vettius Valens, Anthologiarum libri ix 2-81
Not analysed yet
Οἷον ἐπὶ τῆς τοῦ Ζυγοῦ α΄ μοίρας παράκειται ἀριθμὸς β΄ τὰ δὲ β΄ τῆς ἑξηκοντάδος ἐστὶ τριακοστόν· τὸ δὲ λ΄ τῶν ρπ΄, τουτέστι τοῦ μεγέθους τοῦ Ζυγοῦ, ἔστιν ἔκτον· σύγκειται γὰρ μοιρῶν ῶν λ΄ . ἐὰν τοσούτων ἐτῶν λογισώμεθα, αἱ λ΄ μοῖραι ρπ΄ ἔτη μεριοῦσιν, ἅπερ ἀδύνατόν ἐστιν ἀνθρώπῳ βιῶσαι· ἐὰν τὸ ξ΄ τῶν ρπ΄ λάβωμεν, εὑρήσομεν γ΄ ἃ μία μοῖρα μεριεῖ· τρὶς οὖν τὰ λ΄ γίνεται 𝒢΄. φήσομεν τὸν Ζυγὸν τὰ τέλεια ἔτη τοσαῦτα μερίζειν κατὰ τὴν ἐπιβάλλουσαν μοῖραν τοῦ μεγέθους. ὁμοίως δὲ καὶ ἐπὶ τῶν λοιπῶν ζῳδίων τὸ παρακείμενον ἑκάστῃ μοίρᾳ μέγεθος δωδεκαπλασιάσαντες καὶ τούτου τὸ ξ΄ ἢ τὸ U+2220΄ λαβόντες εὑρήσομεν τὰ ἐλάχιστα ἢ τὰ τέλεια ἔτη. ἑκάστη δὲ μοῖρα ἑκάστου ζῳδίου διαφόρους χρόνους παραυξήσεως ἔχει· ὅθεν αἱ στιγμαὶ ἢ ῥοπαὶ τῶν ὡρῶν καὶ παραλλαγαὶ τῶν μοιρῶν πολλὴν δύναμιν κέκτηνται.