Ancient Greek · ~2 min
Liber VIII., Ϛ΄ Περὶ πήξεως τῶν ἀναφορῶν καὶ τῶν τριῶν ὅρων.
Vettius Valens, Anthologiarum libri ix 2-82
Not analysed yet
Ἑξῆς δὲ τὸν β΄ ὅρον οὕτως συναρμόσομεν κατὰ τὴν α΄ μοῖραν ἀκολούθως. ἐπεὶ ὁ Ταῦρος ἀναφέρεται ἐν κδ΄ ταύτας ἐδίπλωσα, γίγνονται μη΄, ἅς προσέθηκα ταῖς κ΄ τοῦ Κριοῦ· καὶ γίγνονται κατὰ τὴν α΄ μοῖραν τοῦ Γαύρου κ΄ μή ,κατὰ τὴν β΄ μοῖραν κα΄ λϚ΄, κατὰ δὲ τὴν γ΄ κβ΄ κδ΄, κατὰ δὲ τὴν δ΄ κγ΄ ιβ΄, κατὰ δὲ τὴν ε΄ κδ΄ ο· καὶ ἐξῆς ἕως τῆς λ΄ μοίρας τὰς ο μη΄ ταῖς κ΄ ἐπιπροσθέντες εὑρήσομεν ιδ΄ ο.