Ancient Greek
Liber VIII., Ϛ΄ Περὶ πήξεως τῶν ἀναφορῶν καὶ τῶν τριῶν ὅρων.
Vettius Valens, Anthologiarum libri ix 20-3
Not analysed yet
Ἄλλη. Τραϊανοῦ ἔτος ιβ΄ Παϋνὶ η΄ ὥρα ἡμερινὴ β΄. Ἥλιος Διδύμοις μοίραις ιγ΄ ,Σελήνη Αἰγόκερῳ δ΄ ,ὡροσκόπος Καρκίνῳ. ταῖς τῶν Διδύμων μοίραις ιγ΄ παράκειται Ζυγός, ἐν Ζυγῷ Παρθένος· ταύτην τῷ ὡροσκοποῦντι Καρκίνῳ εὗρον περὶ μοίρας κ΄. εἶτα ταῖς δ΄ μοίραις τῆς Σελήνης ἐν Αἰγόκερῳ εὗρον Παρθένον, ἐν Παρθένῳ ταῖς κ΄ τοῦ ἡλιακοῦ γνώμονος εὗρον Καρκίνον· τοῦτον ἐν τῷ ὡροσκοποῦντι εὗρον περὶ μοίρας δ΄ οὗτος σεληνιακὸς γνώμων. ἐπεὶ οὖν προάγει ὁ ἡλιακὸς γνώμων τὸν σεληνιακόν, τὰ δὲ μεταξὺ σελίδια Ϛ΄ ,ταύτας προστίθημι ταῖς κ΄ καὶ γίνονται κς΄ μοῖραι, αἵτινες ὡροσκοποῦσιν Καρκίνῳ. εἶτα λαμβάνω τὰς λοιπὰς δ΄ τοῦ Καρκίνου καὶ τὰς ιγ΄ τοῦ Ἡλίου καὶ τὰς δ΄ τῆς Σελήνης, γίνονται κα΄· ταύτας ἀπέλυσα ἀπὸ Αἰγόκερω καὶ καταλήγει περὶ τὴν κα΄ μοῖραν τοῦ αὐτοῦ ζῳδίου. ταύτας ζητῶ ἐν Αἰγόκερῳ, εὗρον Ζυγόν· τοῦτον ἐν Καρκίνῳ, εὗρον περὶ μοίρας ιη΄ . τὰ δὲ μεταξὺ τῆς κϚ΄ σελίδια β΄· ταῦτα προστίθημι πάλιν ταῖς κϚ΄ καὶ γίνονται μοῖραι κη΄ ὡροσκόπος Καρκίνῳ· διευκρινημένος δὲ οὗτος. εἰσελθὼν οὖν εἰς τὸ Ϛ΄ κλίμα εὗρον τῷ μὲν α΄ ὅρῳ παρακείμενα λ΄ κε΄, τῷ δὲ β΄ ξζ΄ νε΄ . τῷ δέ γ΄ ρι΄ κη΄ . τοῦ μὲν α΄ ὅρου λογιζόμεθα ἔτη, τοῦ δὲ β΄ καὶ τοῦ γ΄ μῆνας, οἳ γίγνονται ἔγγιστα ρπα΄, ἃ ἐστιν ἔτη ιε΄, καὶ τὰ τοῦ α΄ ὅρου ἔτη λ΄ γίγνονται ὁμοῦ με΄ ἔτη· ἐτελεύτα δὲ τῷ με΄ ἔτει. πρῶτον δὲ καθὼς προεῖπον τῶν ὅρων τὰς παρακειμένας ὥρας λογίζεσθαι, εἶτα ἡμέρας, εἶτα μῆνας, εἶτα ἔτη.