Ancient Greek · ~2 min
25 to 26
Vettius Valens, Anthologiarum libri ix 25-26
Not analysed yet
Ἑρμῆς Ἥλιος Σελήνη σεμνούς, καθαρίους, εὐυποκρίτους, οἰκονομικούς, πίστεων ἢ τάξεων μεταλαμβάνοντας, εὐεργετικούς, μυστηρίων μετόχους, κατορθωτάς πραγμάτων, πλείστην φαντασίαν τῆς ὑπάρξεως κεκτημένους· γίνονται δὲ καὶ σωματοφύλακες, εἰσαγγελεῖς, ἐπάνω χρημάτων γραμμάτων ψήφων τεταγμένοι· τῶν δὲ τοιούτων καὶ ὁ λόγος ἐπισχύσει πρὸς συμβουλίαν ἢ διδαχήν. Ἑρμῆς Ἥλιος Ἀφροδίτη πολυμαθεῖς, πολυπείρους, ἀγαθούς, τεχνῶν καὶ ἐπιστημῶν προηγουμένους καὶ πίστεων καὶ τάξεων καταξιουμένους, εὐμετανοήτους τοῖς διαπρασσομένοις, κατὰ καιρὸν ἀνωμαλοῦντας, πολυκινήτους δὲ ἢ ταῖς καινοποιΐαις τῶν πράξεων ἡδομένους, πολυφίλους, πολυγνώστους, καὶ ἀπὸ μειζόνων προκοπῇ γινομένους καὶ τῷ βίῳ καὶ τῇ δόξῃ συγκοσμουμένους, ἐπιψόγους δέ.