Ancient Greek · ~2 min
28 to 29
Vettius Valens, Anthologiarum libri ix 28-29
Not analysed yet
Ἄρης Ἥλιος Σελήνη θρασεῖς, ἐπάνδρους, τολμηρούς, πρακτικοὺς ἀποτελοῦσι· γίνονται γὰρ ἀθλητικοὶ καὶ στρατιωτικοί, ἀρχικοὶ ἡγεμονικοί, ἀπὸ βιαίων πραγμάτων καὶ ἐπιφθόνων πορίζοντες καὶ ἐπιμόχθων τεχνῶν ἢ σκληρουργίας, ἐναντιώμασι δὲ καὶ ἐπικινδύνοις πράγμασι περιτρεπόμενοι καὶ μειζόνων ἔχθραις καὶ αἰτίαις γίνονται, ἐκτὸς εἰ μή πως ἀγαθοποιοὶ συσχηματισθέντες ἀκαθαίρετον τὴν ὑπόστασιν φυλάξωσιν. Ἄρης Ἥλιος Ἀφροδίτη πολυφίλους καὶ πολυγνώστους ἀποτελοῦσι, συστάσεων καὶ τιμῶν καταξιουμένους, εὐπόρους φιλοσυνήθεις ἐπιψόγους καὶ πολυθρυλλήτους, ἀνεπιμόνους δὲ ταῖς φιλίαις καὶ ἀστάτους ταῖς πράξεσι, πολλῶν ἐπιθυμητάς, πολυδαπάνους, κακωτὰς γυναικῶν, εὐεπηρεάστους, ἐναντιώμασι καὶ ἔχθραις περιτρεπομένους διά τινας τοῦ λογισμοῦ ἀκρισίας.