Ancient Greek · ~14 min
Liber VII., ε’. Ἀγωγὴ περὶ χρόνων ἐμράκτων καὶ ἀπράκτων πρὸς τὸ ἦμισυ καὶ τρίτον καὶ δύο τρίτα τῶν τε ἀναφορῶν καὶ τῶν περιόδων τῶν ἀστέρων.
Vettius Valens, Anthologiarum libri ix 28.1
Not analysed yet
Παρ᾿ ἔκαστα δὲ ἐπιτηρεῖν τὰς ἐκάστου ἀστέρος ἐπεμβάσεις εἰς τὰ προσήκοντα τῇ γενέσει ζῴδια· καὶ τῆς Σελήνης ἐπιμελῶς τοὺς δρόμους σκοπεῖν· ὁπότε γὰρ ἐπʼ ἀνατολῆς τύχη ἐν τοῖς τετραγώνοις τοῖς δεξιοῖς ἢ εὐωνύμοις ὑπὸ Ἄρεως ἢ Κρόνου κατοπτευομένη, προφυλακτέα ἡ παράδοσις ἔσται, ὅπερ οὐδὲν ὄφελος. κἂν μὲν ἐν χρόνοις κακοποιῶν τοῦτο συμβῇ, οἷον ἐπὶ τῶν τοῦ Ἄρεως χρόνων, συνοχαῖς καὶ βάρεσι γίνονται ἢ τραυμάτων περιπλοκαῖς· εἰ δὲ δ τοῦ Ερμοῦ τούτοις συμπροσγένηται τοῖς χρόνοις ἤτοι σὺν τῷ τοῦ Ἄρεως ἢ ἐπὶ τῶν προσηκόντων ζῳδίων τῷ τοῦ Ἀρεως, γραπτῶν χάριν τὴν ἐπιφορὰν ἢ τὴν σύσχεσιν ἔσεσθαι σημαίνει· Κρόνος δὲ ἐπιμαρτυράμενος ἢ συμπαρὼν χάριν παλαιῶν τινῶν ἢ πατρικῶν ἢ τῶν ὁμοίων ἢ πρεσβυτέρας κεφαλῆς χάριν. ἐπὰν δὲ τῶν χρόνων δ τῆς Ἀφροδίτης τὴν κυρίαν ἔχῃ, ὁ δὲ τοῦ Ἄρεως ἐπὶ τῶν τῆς Ἀφροδίτης οἴκων τύχῃ, γυναικείας χάριν κεφαλῆς· εἰ δὲ Ἀφροδίτη τοῦ Διὸς τοὺς χρόνους τύχῃ, ἐπὶ δὲ τῶν τοῦ Διὸς ὁ τοῦ Ἄρεως τύχη, βσιλικῶν χάριν ἢ καὶ μεγιστᾶνός τινος· ἰσχάνουσι δὲ καὶ προκοπὰς μεγίστας, ἐπὰν τῶν χρόνων τοῦ Διὸς ὄντων τοῦ Διὸς ἐπὶ τοῦ κατὰ κορυφὴν ἢ τοῦ περιποιητικοῦ σὺν τῷ τοῦ Ἄρεως ὑπάρχῃ. σκοπεῖν οὖν δεήσει ἐπί τε τοῦ Διὸς καὶ τοῦ Ἄρεως πράσσειν παρεχόντων, ἐπὰν ὁ τοῦ Κρόνου τὴν ἐπέμβασιν ἐπιλάβῃ καὶ τὴν ἐναντιότητα, ἷνα οἱ χρόνοι τῶν πράξεων ἐναντίοι γένωνται. εἰ δὲ ὁ τοῦ Ερμοῦ τὴν κυρίαν ἔχει, ὁ δὲ τοῦ Διὸς ἐπʼ αὐτοῦ παρέξει, τοῖς χρόνοις τούτοις ἐπὶ πράγματος προβιβασθήσεται καὶ καλῶς διάξει· κἂν μὲν ἐπὶ τῆς γενέσεως τύχῃ καλῶς διακείμενος, μείζονας τὰς πράξεις ἕξει κατὰ τὴν ἐπὶ τῆς γενέσεως διαστολήν· ἐναλλοιοῦται γὰρ ταῦτα ἐκείνοις καὶ ἐκεῖνα τούτοις ἐπὶ τῶν ἐκ γενετῆς διαστολῶν. τῶν γὰρ προδηκόντων κατὰ γένεσιν τόπων ἀκυρολογήτων κατὰ τὰς θέσεις τῶν ἀστέρων φανέντων, ἐπὰν δοτῆρες οἱ χρόνοι τύχωσι, καθάπερ προείπαμεν, ἐπὶ τοῦ περιποιητικοῦ παρῆν ὁ ἀστήρ. προσοδικῶς οὖν γενόμενος οὐ παράμονα ποιήσει τὰ προσοδιασθέντα ὑπὸ τῶν ἀνοικείως κατὰ γένεσιν ἠστερισμένων τὰ δὲ ὑπὸ τῶν ἰδίως πρὸς ἑκάστην γένεσιν ἠστερισμένων δοθέντα, ἐπὰν οἰκείως τύχη κατὰ τοὺς χρόνους ὁοθέντα, κυρίως περιέσται, ἐπὰν οἱ πλείους τῶν ἀστέρων τῶν ἀγαθοποιῶν συμπροσῶσιν ὁποτέρῳ εἴτε καὶ ἐπὶ τῶν προσκυρούντων τῇ γενέσει ζῳδίων ἐπιμαρτυρῶσι τῷ κρατοῦντι τῶν χρόνων ὑπὸ τὸν τῆς γενέσεως καιρόν. τοῦ δὲ τοῦ Κρόνου ἐπιλαβόντος τὸν τόπον ἐναντιότητα καὶ ψύξιν ἀποτελεῖ τῶν πράξεων· εἰ δὲ καὶ τὸν τῶν ἐπόντων ἀστέρων τόπον ἐπιλάβῃ, ὁ δὲ τοῦ Ἄρεως τὸν περιποιητικὸν ἐπέχῃ τοῦ τοῦ Κρόνου καὶ τὸν τῶν πράξεων τόπον ἔχοντος, καὶ κινδύνοις ἰσοθανάτοις περιβαλεῖ, δεῖ μὲν οὖν νοεῖν πάντοτε τὸν τοῦ Κρόνου κατὰ τὸ περιποιητικὸν ζῴδιον ἐπόντα βλαπτικὸν ὑπάρχοντα καὶ ἐπὶ τοῦ τούτου ἐναντίου ἐπί τε τὸν τοῦ Ἄρεως καὶ Ἀφροδίτης καὶ Ἑρμοῦ κατὰ τὴν ὁποτέρου τούτων διαστσλήν. τὸ δʼ ὅμοιον ἀποτελεῖ καὶ ὁ τοῦ Ἑρμοῦ ἐπὶ τῶν τῆς Σελήνης καὶ τῶν οἰκείων ζῳδίων μαρτυρούμενος ὑπὸ Ἄρεως καὶ Κρόνου· τὸ δʼ αὐτὸ καὶ ὁ τῆς Ἀφροδίτης· πᾶς δὲ ἀστὴρ ἐπιπαρὼν τοῖς κατὰ γένεσιν ζῳδίοις οἰκείως ἐπί τε τοὺς Ἡλίου καὶ Σελήνης τόπους καὶ συγκερασθεὶς τῇ προκειμένῃ συγκρατικῇ διαστολῇ. τὸ δʼ ὅμοιον ἀποδείκνυσι τῶν ἀποτελεσμάτων τῆς κυρίας τοῦ δεσπόζοντος τῶν χρόνων συνεπικρατούσης σὺν τοῖς παρατυγχάνουσι τῶν λοιπῶν ἀστέρων. πάντοτε δὲ δεῖ τηρεῖν κατὰ φάσιν τὴν Σελήνην ἀπὸ συνόδου φωτιζομένην τοῖς τετραγώνοις μάλιστα ἐπὶ τοῦ δεκάτου ζῳδίου, καθὼς πρόκειται, ὑπὸ τῶν κακοποιῶν μαρτυρουμένην εἰ δὲ καὶ ὁ τοῦ Ἄρεως καὶ ὁ τοῦ Κρόνου ἐπὶ τῶν ἐναντίων τόπων θεωρούμενοι κατὰ τὸν τῆς γενέσεως χρόνον καὶ τοὺς κυρίους τόπους διαπορευομένης τῆς Σελήνης. ὠφέλιμος δέ ἐστιν ἐπὶ τοὺς τῶν ἀγαθοποιῶν τόπους παριοῦσα, εἴπερ ἐπὶ τῶν ἐπικαιρίων τῆς γενέσεως τόπων τετευχυῖα καταλαμβάνεται.