Ancient Greek · ~4 min
Liber VII., ε’. Ἀγωγὴ περὶ χρόνων ἐμράκτων καὶ ἀπράκτων πρὸς τὸ ἦμισυ καὶ τρίτον καὶ δύο τρίτα τῶν τε ἀναφορῶν καὶ τῶν περιόδων τῶν ἀστέρων.
Vettius Valens, Anthologiarum libri ix 29
Not analysed yet
Καὶ ταῦτα μέν, ὦ Μάρκε, μετὰ πολλοῦ πόνου καὶ ἐγκρατείας ζητήσας καὶ ἀνευρὼν συνέταξα καὶ τὰς αἱρέσεις ἐξεδόμην. τοιγαροῦν ὁρκίζω σε Ἥλιον καὶ Σελήνην καὶ τῶν πέντε ἀστέρων τοὺς δρόμους φύσιν τε καὶ πρόνοιαν καὶ τὰ τέσσαρα στοιχεῖα μὴ ταχέως τινὶ μεταδοῦναι καὶ ταῦτα ἀμαθεῖ μηδ’ ὡς ἔτυχε, λογισάμενον τὸν πόνον καὶ τὸν πόθον καὶ τὴν πολυχρονίαν εἰς τὰ τοιαῦτα διατριβήν τε καὶ ζήτησιν. τοῦ γὰρ χρόνου τὴν πρᾶξιν εἰκάσας ἀντὶ πολλῶν σοι χρημάτων κατέλιπον τὸ γὰρ ἀργύριον εὐανάλωτον καὶ ἐπίφθονον καὶ εὐεπιβούλευτον ὑπάρχει, τὰ δὲ συντάγματά μου καὶ βίον σοι καὶ δόξαν καὶ τιμὴν καὶ ἡδονὴν καὶ ὠφέλειαν παρέξει, ἐάνπερ κοσμίως καὶ ἀσφαλῶς ἐνεχθῇς, καθὼς προγέγραπται, καὶ μὴ ἐγκληματικῶς μηδʼ ἀκροθιγῶς. καὶ αὐτὸς οὖν ὁμοίαν τὴν κακοπάθειαν ἡγησάμενος, ὥσπερ ἄν εἰ αὐτὸς συνέταξας —ἀλλʼ ὅμως ἐκακοπάθησας παραλαμβάνων καὶ ἀνεκρίθης ἀξίαν ἀμοιβὴν κομιδάμενος, μετάδος τοῖς δυναμένοις· τοῦτο δὲ ποιήσας ἐμὲ μὲν καὶ τὸ μάθημα δοξάσεις, σαυτὸν δὲ ὠφελήσεις καὶ φιλόπονον καὶ φιλόκαλον ἀποδείξεις. εὐορκοῦντι μέν σοι καταθύμιος συντέλεια.