Ancient Greek · ~5 min
Vettii Valentis Anthologiarum liber I., α΄. Περὶ τῆς τῶν ἀστέρων φύσεως.
Vettius Valens, Anthologiarum libri ix 3
Not analysed yet
Ὁ δὲ τοῦ Κρόνου ποιεῖ μὲν τούς ὐπʼ αὐτὸν γεννωμένους μικρολόγους, βασκάνους, πολυμερίμνους, ἑαυτοὺς καταρρίπτοντας, μονοτρόπους, τυφώδεις, ἀποκρύπτοντας τὴν δολιότητα, αὐστηρούς, κατανενευκότας, ὑποκρινομένην τὴν ὁρασιν ἔχοντας, αὐχμηρούς, μελανοείμονας, προσαιτητικούς, καταστύγνους, κακοπαθεῖς, πλαστικούς, πάρυγρα πράσσοντας. ποιεῖ δὲ καὶ ταπεινότητας, νωχελίας, ἀπραξίας, ἐγκοπάς τῶν πρασσομένων, πολυχρονίους δίκας, ἀνασκευὰς πραγμάτων, κρυβάς, συνοχάς, δεσμά, πένθη, καταιτιασμούς, δάκρυα, ὀρφανίας, αἰχμαλωσίας, ἐκθέσεις· γεηπόνους δὲ καὶ γεωργοὺς ποιεῖ διὰ τῆς γῆς αὐτὸν κυριεύειν, μισθωτάς τε κτημάτων καὶ τελώνας καὶ βιαίους πράξεις ἀποτελεῖ, δόξας περιποιεῖ μεγάλας καὶ τάξεις ἐπισήμους καὶ ἐπιτροπείας καὶ ἀλλοτρίων διοικητάς καὶ ἀλλοτρίων τέκνων πατέρας. οὐσίας δὲ κυριεύει μολύβδου, ξύλων καὶ λίθων· τῶν δὲ τοῦ σώματος μελῶν κυριεύει σκελῶν, γονάτων νεύρων, ἰχώρων, φλέγματος, κύστεως, νεφρῶν καὶ τῶν ἐντὸς ἀποκρύφων. σινῶν δὲ δηλωτικὸς ὅσα συνίσταται ἐκ ψύξεως καὶ ὑγρότητος, οἷον ὑδρωπικῶν, νεύρων ἀλγηδόνων, ποδάγρας, βηχός, δυσεντερίας, κηλῶν, σπασμῶν, παθῶν δὲ δαιμονισμοῦ, κιναιδίας, ἀκαθαρσίας. ποιεῖ δὲ καὶ ἀγάμους καὶ χηρείας, ὀρφανίας, ἀτεκνίας. τοὺς δὲ θανάτους ἀποτελεῖ βιαίους ὕδατι ἢ διʼ ἀγχόνης ἢ δεσμῶν ἢ δυσεντερίας. ποιεῖ δὲ καὶ πτώσεις ἐπὶ στόμα. ἐστὶ δὲ Νεμέσεως ἀστὴρ καὶ τῆς ἡμερινῆς αἱρέσεως, τῇ μὲν χρόᾳ καστορίζων, τῇ δὲ γεύσει στυφός.