Ancient Greek · ~2 min
3 to 4
Vettius Valens, Anthologiarum libri ix 3-12-4
Not analysed yet
Ἑξῆς δὲ Διδύμων Ζυγοῦ Ὑδροχόου τριγώνου ἀερώδους δεσπόσει ἡμέρας Κρόνος, συνεργήσει δὲ δευτέρῳ τόπῳ Ἑρμῆς, τρίτῳ Ζεύς· νυκτὸς δὲ ὁ τοῦ Ἑρμοῦ προηγήσεται καὶ δευτέρῳ τόπῳ ὁ τοῦ Κρόνου καὶ τρίτῳ ὁ τοῦ Διός. Ἑξῆς ὁμοίως Καρκίνου Σκορπίου Ἰχθύων τριγώνου ὑδατώδους ὁ τοῦ Ἄρεως τὴν οἰκοδεσποτίαν νυκτὸς ἐφέξει καὶ δευτέρῳ τόπῳ Ἀφροδίτη καὶ τρίτῳ Σελήνη· ἡμέρας δὲ ὁ τῆς Ἀφροδίτης προηγήσεται, μεθ᾿ ἣν ὁ τοῦ Ἄρεως καὶ τρίτη Σελήνη. —Ὁ μέντοι Ἑρμῆς κοινὸς ὑπάρχων ἐξαιρέτως ταῖς δυσὶν αἱρέσεσιν ἐξυπηρετεῖ πρός τε τὸ ἀγαθὸν ἢ φαῦλον καὶ πρὸς τὴν οἰκειότητα καὶ σχηματογραφίαν ἑκάστου ἀστέρος.