Ancient Greek · ~4 min
Liber II., β΄. Τριγώνων διακρίσεις καὶ οἰκοδεσποτῶν καὶ συνεργῶν καὶ αἱρέσεων Ἡλίου Σελἡνης καὶ νυκτός.
Vettius Valens, Anthologiarum libri ix 3-13
Not analysed yet
Ἐὰν μὲν γὰρ ὁ καθ᾿ ὑπεροχὴν οἰκοδεσπότης ἐπὶ τῶν καλῶν κειμένων ἡμέρας ἢ νυκτὸς παραπέσῃ, δ δὲ κατὰ διαδοχὴν ἐπίκεντρος ἢ καλῶς σχηματιζόμενος ὑπάρχῃ, ὁ γεννώμενος ἐν πρώτοις χρόνοις ἀνωμαλίσας ἕως τῆς ἀναφορᾶς τοῦ ζῳδίου ἢ τῆς τοῦ χρόνου κυκλικῆς ἀποκαταστάσεως ἐξ ὑστέρου ἔμπρακτος ἔσται, πλὴν ἄστατος καὶ ἐπίφοβος διάξει. ἐὰν δὲ ὁ προηγούμενος οἰκοδεσπότης καλῶς πέση, ὁ δὲ ἑπόμενος κακῶς, τοῖς πρώτοις καλῶς ἐξενεχθεὶς ἐξ ὑστέρου καθαιρεθήσεται ἀπὸ τοῦ τῆς ἀναφοράς τοῦ ζῳδίου χρόνου, ἐν ᾧ ὁ ἑπόμενος οἰκοδεσπότης παρέπεσεν. ἀκριδέστερον μὲν οὖν περὶ τῆς διακρίσεως τῶν χρόνων ἐν δέοντι καιρῷ δηλώσομεν. ἐὰν δ᾿ ἀμφότεροι καλῶς πέσωσι, τὰ τῆς εὐτυχίας παραμενεῖ καὶ ἔνδοξα γενήσεται, ἐκτὸς εἰ μὴ κακοποιὸς ἐναντιωθῇ ἢ καθυπερτερήσῃ οὐδὲ μετατρέψει τὰ τῆς γενέσεως πράγματα. πᾶς δὲ ἀστὴρ οἰκοδεσποτήσας καὶ ἐν ἀποκλίσει ὑπάρχων ἐναντίος γενήσεται καὶ παραιρέτης· ἑτέροις γὰρ ὑποτασσομένους ποιεῖ, ἀνωμαλοῦντας ἢ δόξης καθαιρουμένους, σίνεσι καὶ πάθεσι καὶ καταιτιασμοῖς περιπίπτοντας ἢ ἐνδεεῖς τῷ βίῳ.